1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

41

ἐπιλαθόμενος τῆς τρυφῆς, ἤσκει τὴν κακοπάθειαν ὡς σώφρονα. Ὁ βασιλεὺς αὐτῶν, τὴν λαμπρότητα καὶ τὴν δόξαν εἰς αἰσχύνην μετέβαλεν. Ἀπέθετο τὸν στέφανον, καὶ κόνιν τῆς κεφαλῆς κατεχέετο· τὴν ἁλουργίδα ῥίψας. σάκκον μετημφιάσατο· τὸν θρόνον τὸν ὑψηλὸν ἀφεὶς καὶ μετέωρον, ἐλεεινῶς τῇ γῇ προσεσύρετο· τὴν ἰδιά ζουσαν καὶ βασιλικὴν καταλιπὼν εὐστάθειαν, συνεθρήνει τῷ δήμῳ· εἷς ἐγένετο τῶν πολλῶν, ὅτε τὸν κοινὸν πάντων ∆εσπότην ἔβλεπεν ὀργιζόμενον. Τοῦτο δούλων εὐαισθήτων φρόνημα. Τοιαύτη τῶν ἁμαρτίαις ἐνεχομένων ἡ μετάνοια· ἵνα διὰ πάσης ἡλικίας ἡ σκυθρωπότης κρατήσῃ, αἰσθομένης τε καὶ ἀναισθήτου, τῆς μὲν κατὰ προαίρεσιν, τῆς δὲ κατ' ἀνάγκην. ∆ιὰ τοῦτο ἰδὼν αὐτοὺς ὁ Θεὸς οὕτω τα πεινωθέντας, ὡς ἐπὶ ὑπερβαίνουσαν ἑαυτῶν ταλαι πωρίαν παγγενῆ κατακρίναντας καὶ τὸ πάθος ἠλέησε, καὶ τῆς τιμωρίας ἀνῆκε, καὶ τὸ χαίρειν ἐδωρήσατο τοῖς εὐαισθήτως πενθήσασιν. Ἴδιον γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ σιωπῇ τὰς κολάσεις ἐπάγειν, ἀλλὰ προκηρύσσειν, διὰ τῶν ἀπειλῶν προκαλούμε νος εἰς μετάνοιαν τοὺς ἡμαρτηκότας· οὕτω γὰρ 32.1236 καὶ τούτοις πεποίηκε διὰ τοῦ Ἰωνᾶ. Καὶ τῷ Ἰσραὴλ ἡμαρτηκότι οὐ σιωπῇ ἐπήγαγε τὸν ἀφανισμόν· ἀλλὰ κινῶν εἰς τὴν ὑπὲρ τοῦ λαοῦ τὸν ἑαυτοῦ θεράποντα, προεκήρυσσε λέγων· Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον. Παραπλησίως δέ τι καὶ ἐν τῷ Εὐαγγε λίῳ περὶ τῆς κατὰ τὴν συκῆν παραβολῆς μεμαθή καμεν, τοῦ δεσπότου αὐτῆς λέγοντος τῷ γεωργῷ· Ἰδοὺ τρία ἔτη ἔρχομαι ἐπὶ τὴν συκῆν, ζητῶν καρ πὸν ἐν αὐτῇ, καὶ μὴ εὑρίσκων· ἔκκοψον αὐτήν. Ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Τοιγαροῦν πρὸς τίνα καιρὸν ὑπερτιθέμεθα τὴν μετάνοιαν; οὐκ ἐκνή ψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; οὐκ ἐν ὀφθαλμοῖς ληψόμεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασι λεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστε ρὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμέ νους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύ ψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' ἡμεῖς τὴν μὲν ἁμαρτίαν ἐπιτε λοῦμεν συντόμως, ὀλιγώρως δὲ καὶ ῥᾳθύμως ἀνα λαμβάνομεν τὴν μετάνοιαν. Καὶ βασιλείας μὲν οὐρα νῶν ἐπιθυμεῖν λέγομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυ χεῖν οὐ φροντίζομεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐν τολῆς τοῦ Θεοῦ καταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑπο τιθέμεθα. Ἁψώμεθα τοίνυν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν, ἀδελφοί· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώ μεθα ὑπὲρ τῶν μελλόντων· μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔργων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα κλαίωμεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρόμενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μετα μελουμένοις. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, κἀκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πραγμάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξεταστής. Νῦν τῆς μακροθυμίας ἀπο λαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον. οἱ δὲ εἰς ζωὴν 32.1237 αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐ τοῦ. Ὑμῖν δὲ, ὅσοι ἐπεστυγνάσατε τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο ἐντελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγ μένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκό σιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας