1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

45

Στρατηγοὶ μὲν εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε καὶ τοῦ θανάτου πολλάκις καταφρόνησιν ἐμ ποιεῖν. Γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλητὰς προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Τοίνυν καὶ ἐμοὶ τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Ἄγγελοί εἰσιν οἱ καθ' ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύ οντας. Ὅρα, μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σεαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος, ῥίψασπιν ἐπὶ πα ρατάξεως ἐλεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας αὑτοῦ ἄτιμον ἀπο πέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς· μή ποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμο δίαιτον ἔχων. Γυναιξὶ δὲ ὥσπερ τὸ ἀναπνεῖν, οὕτως τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβύταις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύ σεις περικομίζοντας· οὕτω κούφους αὐτοὺς καὶ εὐ ζώνους ἡ νηστεία παρασκευάζει. Καὶ τοῖς μὲν τοῦ κόσμου στρατιώταις, κατὰ τὴν τῶν καμάτων ἀνα λογίαν, τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις, ὁ ἔλαττον ἔχων τῆς τροφῆς, τὸ μεῖζον ἔχει τοῦ ἀξιώματος. Ἄτοπον οὖν ἐστι μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ἀπαλ λαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς, ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι, νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Μὴ μιμήσῃ τῆς Εὔας τὴν 32.1248 παρακοήν· μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν· οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι, εἰπέ μοι; κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομέ νων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμά των ποικιλίαν, ἀλλ' ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκολώτερον τῇ γαστρὶ, λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις, βαρυνομένην τοῖς ἀγω γίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης. Τὴν μὲν γὰρ παραπεπιεσμένην τῷ πλήθει, βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν· ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα, ῥᾳδίως ὑπερ αίρει τοῦ κλύδωνος. Πλὴν οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσον τοῦ μή τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν. Τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ, οἱ πολλοὶ καταδέχονται. Φοβοῦμαι δὲ τὴν μέθην, ἣν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώ ζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαί ροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τί ποιεῖς,