1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

46

ἄνθρωπε; Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλα βὼν εἰσοικίζει· οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σὺ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν τῆς ἀναισχυντίας μητέρα, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔκολον. Τὸν νηστεύοντα, εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος· τὸν κραιπαλῶντα, ὡς βέβηλον καὶ ἀνίερον, οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς τὴν κραι πάλην εἰς νηστείαν σοι λογίσομαι; Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἄλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔν δεια νηστείαν προσμαρτυρεῖ. Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως· ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρ εχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπο μείνασαν. Τίνος διδασκάλον παρουσία παίδων θόρυβον οὕ τως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας συνέστη; Ἄσματα πορνικὰ καὶ ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δι 32.1249 καστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖ σαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακ τέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐδ' ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακούργους, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα. Οὐδ' ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νη στεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. ∆ηλονότι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγήν τε καὶ ἀλλοτρίωσιν. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρὶ, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τὴν ἰσχὺν τῶν χει ρῶν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτὸν καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθεὶς, παίγνιον προέκειτο τοῖς παιδα ρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἡλίας, ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε, δι' ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας. Ἵνα γὰρ μαλάξῃ τὴν ἀμάλακτον καρδίαν τῶν σκλη ροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκα ταδικάσαι ὁ δίκαιος. ∆ιὰ τοῦτο, Ζῇ Κύριος, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου, φησίν. Οὕτως ἀπέδωκε καὶ τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φα νεὶς κατὰ θανάτου διὰ νηστείας. Οὔτε δὲ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γενόμενα οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐπεκτείνει, ἀλλ' εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῆς Σουναμίτιδος τῆς ξενίας ἀπέλαυε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἄλευρον βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε καὶ τῆς τολύπης παραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς, εὕροις ἂν τὴν νη στείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολι τείαν χειραγωγήσασαν. Ἔστι τις φύσις σώματος ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρί· ἥτις ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπην θρακῶσθαι δοκεῖ· ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα, ἐκ τῆς νηστείας ἔχοντα τὸ