1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

47

ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ 32.1252 φλογὶ τῆς καμίνου οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλά βης. Ἤπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο. Οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ' ἐφύλαττεν αὐτοὺς ἀκεραίους. Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην, πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες, κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ τῷ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλ μησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι. ∆ανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν, εἰσελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου, ἢ χαλκοῦ, ἢ ἄλλης τινὸς στεῤῥοτέρας ὕλης ἐμπεπηγότι, ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν. Οὐκ ἂν κατετόλμησε Μωϋσῆς καπνιζομένης τῆς κορυφῆς προσβαλεῖν τῷ ὄρει, οὐδ' ἂν ἐθάῤῥησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. ∆ιὰ τῆς νηστείας τὴν ἐντολὴν ὑπεδέξατο, δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί· καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος γίνεται, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρίαν ἐξέμηνε. Τεσσαράκοντα γὰρ ἡμε ρῶν προσεδρείαν νηστεύοντος καὶ δεομένου τοῦ θε ράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γραφείσας, ταύτας ἡ μέθη συνέτριψεν· οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ ἐποίησε δοῦλον τοῦ ἀδελφοῦ; οὐ βρῶσις μία, δι' ἣν ἀπέδοτο τὰ πρω τοτόκια; Τεσσαράκοντα Ἡλίας ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀν θρώπῳ, τὸν Κύριον. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; οὐ τῶν κρεωφαγίας ἐπιζητούντων; Ἐκεῖνοι ἕως μὲν ἠρκοῦντο τῷ μάννα, καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἐπειδὴ δὲ ἐνεθυμήθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστρά φησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας. Ἀλλ' οὐδ' ἂν ὁ σοφὸς ∆ανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀνα θυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐπιγινομένας ἐλλάμ ψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Καὶ ὕπνοι κοῦφοι, καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦσι τῷ λεπτῷ 32.1253 τῆς διαίτης· κατ' ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν με γάλων μερίμναις διακοπτόμενοι. Τὸ γὰρ βαρεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν με λῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη. Καὶ Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Μέγα ἀγαθὸν ἀνθρώποις ἡ νη στεία, ἥτις ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Ἐκηρύχθη ἐν Νινευῒ τριήμερος καταστροφή· καὶ ἐνίκησεν ἡ πρὸς τὸν Θεὸν ἐπιστροφὴ τὴν καταστροφήν· ἡ γὰρ ἀπειλὴ τῆς καταστροφῆς, διὰ τὴν ἐπιστροφὴν ἀνείθη. Εὐγνώμονες ἁμαρτωλοὶ οἱ Νινευῗται, ἀκούσαν τες τοῦ Ἰωνᾶ κηρύσσοντος τὴν καταστροφὴν, τῷ τρόπῳ τῆς νηστείας ἔστησαν τὴν ἀπειλὴν, καὶ τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως καὶ προσευχῆς ἐπ εσπάσαντο τὴν σωτηρίαν. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάτ τωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον τὰ μετὰ ταῦτα, οὐδὲν διὰ τὴν νη στείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲ ἓν ζῶον ὀδύρε ται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις, παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων μάχαιρα· ἡ τρά πεζα