1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

48

ἀρκεῖται τοῖς αὐτομάτοις. Τοῖς δὲ κομψοῖς Ἐγκρατιταῖς πρὸς τὸ σεμνὸν αὐτῶν πρόβλημα· ∆ιὰ τί καὶ ἡμεῖς οὐχὶ πάντες ἐσθίομεν; ἐκεῖνο λε γέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσό μεθα. Κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. Ἐπείτοι λά χανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο, εἰ μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅγε φαγὼν οὐκ ἠνό μησεν. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἀργίαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν βρωμάτων ἐπιτηδεύων· ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. ∆ότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι· σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαι τοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμε ρον, καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπι λανθάνεται τῶν δογμάτων. Ἀλλὰ καιρὸς ἤδη λοιπὸν, καὶ πρὸς τὸν ἐπι 32.1256 τάττοντα ἡμῖν τὰ ἀνίατα βασιλέα μικρὸν ἀπολογη σαμένους, καταλῦσαι τὸν λόγον. Φείσασθαι ἡμῶν θέ λησον, γαληνότατε, τοσαῦτα ἡμῶν κεκτημένων, ὅσα, ἂν σήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. Ἀργεῖ γὰρ, ὡς εἰκὸς, παρ' ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. Τὰ βέλ τιστα τῶν παρ' ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστη κότι οἴνῳ, ὥστε μὴ ἐκθαμβεῖσθαι ἡμῶν τὰ αἰσθητή ρια ὑπὸ τῆς γαστριμαργίας, καὶ ἐπ' ἀφροσύνῃ μὴ πολιτεύεσθαι. Ὡς γὰρ ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τῇ τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν, καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παρ οψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. Ἐσθίειν δὲ, μὴ λυσ σώδη γαστριμαργίαν ἐπιφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρα τὲς διασώζοντα. Ἀλλὰ τί πάθω; Ὅταν μὲν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποι κίλον τῆς ἐν πᾶσι τοῦ Θεοῦ σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως· ἅμα δὲ καὶ τὸ παρα κατέχειν ὑμᾶς ἐπὶ πλεῖον, οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες, οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησόμεθα. Πολλάκις ὑπηρέτησας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατα τρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Τί γὰρ ὄφελος νηστεύειν τῷ σώ ματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κακὸν μὲν ἐργαζόμενος, σχολὴν δὲ ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ ἄνευ φόβου Θεοῦ, πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστί. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσετε· εἰ δὲ μὴ ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν. Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν, καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν χειραγωγεῖν, ἧς γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωο ποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΘΑΝΑΤΟΥ.}1

{1ΛΟΓΟΣ ΙΑʹ.}1