1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

49

Ὢ τοῦ θαύματος, ἀγαπητοί! πῶς ἕκαστος ἡμῶν μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς 32.1257 τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται· κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνά μενος. Ἡμεῖς δὲ ἡδόμεθα ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν, καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης. Ἀγνοοῦμεν δὲ ἄρα τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν· καὶ οὐκ αἰσθανόμεθα δα πανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος· οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον, ὁπόσον ὁ πρὸς τὴν ὁδοι πορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ χρόνῳ βουλήσεται. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν, καὶ συμ μεθίστασθαι δύναται τοῖς συλλέξασι· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχω ρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ' ὅσα μὲν χρὴ συλλέγειν, καταλιμ πάνομεν· ὧν δὲ ὑπερορᾷν προσήκει, ταῦτα συλλέ γομεν. Καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει δι ηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύ νην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες δια κενῆς, καὶ πονοῦντες πόνον, οἷόν τις ἑαυτὸν ἀπα τῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειεν. Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ τα χείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ κατα λιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Καὶ γὰρ συνεχής τις ὁδὸς ὑφηπλῶσθαί μοι δοκεῖ ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλικίαις καθάπερ σταθμοῖς· ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητέρων ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνάς· καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐπαυλισθέντας τοῦ βίου σταθμοῖς. Ὁ γὰρ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλ λοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονό μησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος ἐτάξατο, κατὰ τοὺς ἀῤῥήτους αὐτοῦ τῆς σοφίας καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ γὰρ οἱ 32.1260 ἐν ταῖς εἰρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλεί ονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τὴν τῆς κακοπα θείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ' ἔλατ τον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου· σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώ πων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου Θεοῦ. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύμα τος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνων ται, ἀλλ' ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπάγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέον τος, οἷον τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνε ται. Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν ἢ πόαν ἢ ὕδωρ, ἢ ὅ τι ἂν τύχοι τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις καὶ φάραγξι, καὶ κρημνοῖς καὶ σκοπέλοις καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ