1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

50

ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἡνιάθης, εἶτα κατέλιπες. Τοιοῦ τος ὁ βίος· οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Σήμερον τὴν γῆν σὺ ἐγεώργη σας, καὶ αὔριον ἄλλος, καὶ μετ' ἐκεῖνον ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα ἤδη ὀνόματα ἀφ' οὗ γέγονε τούτων ἕκαστον ἤμει ψε; Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον, πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται. Ἆρ' οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μετα λαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πό λεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον· ἡ δὲ τῆς ζωῆς ταύτης ὁδὸς, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περι λαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ ∆ε σπότου πέρας ἕλκει τοὺς ἐπ' αὐτῆς. Καὶ οὐκ ἔστι τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέ ρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν. Μὴ τοίνυν προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτι μότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθει ρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστά σεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκειν ται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐ τὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι. Ὅπου δὲ δουλεία, ἐκεῖ δηλονότι καὶ ἀτιμία. Φευ κτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν γὰρ, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ δεσπότῃ· 32.1261 ∆οῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτι σμένον. Τοιγαροῦν ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει τὸν ἄνθρωπον· μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύε σθαι. ∆ιὰ τοῦτο καὶ Ἀβραὰμ ἐν μὲν τῇ ζωῇ παροι κεῖ τοῖς ἀλλοφύλοις, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κε κτημένος· ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξαμέ νην αὐτοῦ τὸ σῶμα γῆν ἀργυρίου ἐπραγματεύσατο. Μακάριον οὖν τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα· ἀλλὰ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνομένους, οὕτω παροικεῖν, ὡς ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντας. Ἀλλὰ πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; Εἶτα οὐκ οἶδας, ὅτι θνητὸς εἶ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ στρατηγοὶ, οἱ σα τράπαι, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα αὐτῶν; Ἔγκυ ψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης καὶ τίς ὁ δεσπότης, τίς ὁ πτωχὸς καὶ τίς ὁ πλούσιος. ∆ιάκρινον, εἴ τίς σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐ πρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Καὶ μεμνημένος τῆς φύ σεως, οὐκ ἐπαρθήσῃ ποτέ. Τί γὰρ ὄφελος πλουσίῳ ἀποθνήσκοντι, μὴ δυνα μένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ; ὅσγε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρδανε μόνον, ὅσον τὴν ψυ χὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μα καρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν οὐ λήψεται πᾶ σαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλύπτον αὐτοῦ τὰ ἀσχήμονα, καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ, γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι' οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχον ται ταῦτα, αἰδοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρω πότητα. Ὥστε οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ' ὧν οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γενέσθαι πέφυκεν· ἀλλ' ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὐ