1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

51

προσπελαζόντων αὐτοῖς. Οὐ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει δι ηνεκῶς· ἀλλ' ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περι σφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους 32.1264 μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συν εκδημεῖν. Ἀλλ' οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζον τος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκό μενοι πρὸς τὴν ἀναγκαίαν ὁδὸν, πυκνὰ μεταστρεφό μενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ' αὐ τοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέ ρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψά μενος. Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παν τοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλλοιτο δυναστείαν, ἀπολαύοι δι' αἰῶνος αὐτῶν· ἐπ' ὀλίγον δὲ κύριος τούτων ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδύς. Πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦ θεν ἀπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν, ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησα μένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες, ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν οἱ δὲ κύριοι καὶ δεσπόται καλού μενοι, στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς; Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔν νοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρ του. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, κυριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσ ποιητῶν, τὴν ἀπ' αὐτοῦ χάριν θεραπευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατ' ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν καὶ ἐπισυρόμενος, ἐπί φθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμο νίαν, τὸν κήρυκα μέγα πρὸ αὐτοῦ βοῶντα, τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δη μεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀφό 32.1265 ρητος ὁ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, καὶ πυρετὸς εἷς, ἢ πλευρῖ τις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέ τευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος τῆς ἀνθρωπίνης δόξης ὁμοίωσις. Ἀλλὰ τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδω λίας οἱ περὶ τὴν ζωὴν ταύτην ἐπτοημένοι προβάλ λονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας χρείας τοῦ βίου· ἀλλ' ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου, διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀν θρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γίνῃ ταῖς δαπάναις καὶ μεγαλόψυ χος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτή σεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ' ὃν