1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

53

ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπα σθεὶς οἴχεται. Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ἀλλ' ἐὰν μὲν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει μὲν ὁ χρόνος τοῦ βίου· 32.1269 πάντες δὲ ἄνθρωποι μεθ' ἡμῶν στένοντες, παριστά ναι ἀπαθῆ τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶ σαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. ∆ιὸ παρακαλῶ, ὡς γενναῖον ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν· ἐκεῖνο πε πεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονο μουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε, πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον, καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις ἀν θρώποις αἰτία ἀκατάληπτος, δι' ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπω ρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφεί λομεν, καὶ μὴ δυσχεραίνειν· μεμνημένοι τῆς μεγά λης ἐκείνης καὶ ἀοιδίμου φωνῆς, ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἐφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖ δας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδο ξεν, οὕτως καὶ ἐγένετο. Ἡμέτερον τοῦτο τὸ θαῦμα ποιησώμεθα· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδὸς, ἀλλ' ἀπεδώκαμεν τῷ χρήσαντι· οὐκ ἠφανίσθη αὐτοῦ ἡ ζωὴ, ἀλλ' ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπη τὸν, ἀλλ' οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλαβεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέχεται τέλος. Εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν κατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευό μεθα, καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. Ἀναμνήσθητι τοῦ σοῦ πατρὸς, ὅτι τέθνηκε. Τί οὖν θαυμαστὸν, ἐκ θνητοῦ γεννηθέντα, θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φα νῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους κατα λιπεῖν· ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ἀλλὰ παρα μυθία τοῦ γεγονότος ἐστὶν, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα· ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν, ἢ ἀνδρὶ ἑτέρῳ συνοικοῦσαν, καὶ τῶν προτέρων τέκνων καταμελοῦσαν. Τὸ δὲ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδὸς, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα δια τριβὴ, πλειόνων κακῶν ἐστιν ἀφορμή. Τίνος ἕνεκεν οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνη τοῦ προειθίσθης, ἀλλ' ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ 32.1272 υἱέως ὁ τοκετὸς, εἴ τίς σε εἴρετο, Ποταπόν ἐστι τὸ τεχθὲν, τί ποτε ἂν ἀπεκρίνω; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυό μενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθί νουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημ μένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συν νόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Ἀλλὰ γὰρ οὐκ ἐνόμισα δίκαιον εἶναι παραλι