1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

54

πεῖν τὸ ἐπιβάλλον ἐμοὶ, καὶ μὴ καὶ πρὸς σὲ, τὴν ἐκεί νου μητέρα, τὸν λόγον τρέψαι. Οἶδα γὰρ ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα· καὶ λογίζομαι, πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζη μιώθης, ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι· ἀποθα νόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς τῇ γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ τῆς πατρί δος ἐγένετο· ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κα τασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι! Ὢ γῆ τοιοῦτον ἀναγ κασθεῖσα ὑποδέξασθαι πάθος! Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι, ὅσον ἡ ἀμη χανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλ' οὐ γὰρ ἀπρο νόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγε λίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. Ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχε τοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυ τοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης· νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον, καὶ οὐκ ἀνεστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον· ἀλλ' εὐχαριστοῦσα τῷ Θεῷ, ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλε πωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώ 32.1273 ποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ με γάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομέ νουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ, καὶ εἶδες τὸν παῖδα, καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως, ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον, εἰ μὴ εὔκαιρον τοῦτο· ἐπειδὴ ἡμεῖς, καὶ ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ ὁρίζειν προθεσμίαν ἀνθρωπίνης ζωῆς, οὐκ ἐπιστά μεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα, ἐν ᾧ κατ οικεῖς· καὶ ἐννόησον, ὅτι πάντα θνητὰ τὰ ὁρώμενα· καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανὸν, καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον, οὐδὲ οὗτος διαμενεῖ· οἱ ἀστέρες σύμπαντες, ζῶα χερ σαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτὰ, καὶ πάντα μικρὸν ὕστερον οὐκ ἐσό μενα. Ἡ τούτων ἔννοια, παραμυθία ἔστω τοῦ συμ βεβηκότος. Μὴ καθ' ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυ θίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω· Φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν, τῷ πάθει ἑαυτὴν καταναλίσκουσα. Ὕποπτον γὰρ ἡμῖν ἐστι τὸ ἄγαν σου φιλό τεκνον, μήποτε ἔκδοτον δῷς σαυτὴν τῷ πάθει, δι' ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Οὐδὲν γὰρ τῶν συμβαινόντων ἡμῖν ὡς λυπη ρὸν ὑποδέχεσθαι χρὴ, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. Εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦ μεν, καθ' οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ ∆εσπότου ἡμῖν ἐπάγεται· ἀλλ' ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον, ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν, ἢ τῇ παραλη φθείσῃ ψυχῇ, ἵνα μὴ ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβρα δύνασα, τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλη σθῇ. Εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ἀλλ' ἀνδρὸς φιλτάτου στέρησις ἀνυπομόνητόν σοι τὴν συμ φορὰν ἐμποιεῖ. Κἀγὼ συντίθημι. Ὅτι μὲν γὰρ λυ