1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

55

πηρὰ συμφορὰ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν ἐκεῖνον, ἅπαντες ἴσμεν. Πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτ' ἀκούσας αὐτὸν ἀθρόον ἐξ ἀνθρώπων ἀναρπασθέντα, οὐχ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τούτου στέρησιν ἐλογίσατο. Εἰ δὲ τοῖς πόῤῥω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσ φορον τὸ συμβὰν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν, οὕτως ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ τοῦ φιλτάτου χωρισμῷ τελευτήσαντος; Καὶ γὰρ οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ 32.1276 ἡμῶν τοῦ σώματος ἀπεῤῥήγνυτο. Ἀλλὰ τὰ μὲν λυ πηρὰ τοιαῦτα, καὶ μείζω τούτων· ἡ δὲ ἐπὶ τούτοις παραμυθία τίς; Ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα, τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀν θρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως ἡμῶν παθήμασιν, ἀλλὰ καταδε χώμεθα τὴν ἐφ' ἡμῖν τοῦ ∆εσπότου οἰκονομίαν. Πάν τοτε μὲν γὰρ χρήσιμον τὸ τῶν Γραφῶν διδασκαλεῖον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοί νυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι' ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες, πάλιν εἰς τὴν γῆν ὑποστρέ φομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίω φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμα στὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετὴν, φημὶ κἀγώ· οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερα, ἀλλ' ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδὰμ, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς Μωϋσῆς, ὡς ὅντινα ἂν εἴπῃς τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. Ἓν τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούρ γησεν· ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέ ροντο· πᾶσα δὲ γλῶσσα τὰ κατ' αὐτὸν διεξῄει· γρα φεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατ' ἀρετὴν ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν ὁ τοιοῦτος. Ἀλλ' ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμ βήσεται. Οὕτω τοίνυν τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. Τοὺς γὰρ κατὰ τὸν βίον συναφθέντας ἀλλήλοις, εἶτα θανάτῳ διισταμένους, ὁδοιπόροις λογίζου πα ραπλησίους, μίαν πορευομένοις ὁδὸν, καὶ διὰ τὴν συνεχῆ μετ' ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες, καταλάβωσι λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συν ηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπο μνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ, ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις, ἴδιον προ έκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας δὲ ἀλλήλοις, ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσε. Εὐγνώμονος δὲ δια νοίας, οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν τοῦ συναφθέντος, ἀλλ' ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ, καὶ ὅτε περιῆν σοι 32.1277 ὁ ἀνὴρ ἢ τὸ παιδίον, ἢ ὁτιοῦν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ' ἐν εκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν ἀνδρὶ μόνῳ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις. Ὅρα τοίνυν, μήποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτά των τὰς στερήσεις κατασκευάζωμεν· παρόντων μὲν, οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ, περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ