1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

56

ἄγαν προκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέ τρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυ χαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρ ελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέ λαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες· μετὰ τὴν στέρησιν, τὸ παρελθὸν μα καρίζουσιν. Ἀλλ' ἡμεῖς ἀφέντες τὰς ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαρι στίαν ἀποδιδόναι. Εἴπωμεν, ἐν μὲν ταῖς σκυθρωπο τέραις περιστάσεσι τῶν πραγμάτων, τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμα στιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παί δευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαι δροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ ∆α βὶδ τὴν φωνήν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; καλῶς ἀποροῦντος τοῦ Προφήτου, καὶ περισκοποῦντος αὑτοῦ τὴν πε νίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον· ὃς ἐφ' οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμεν οῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν θρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα πῶσιν αὐτόν. Ὧν καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΑΘΥΜΙΑΣ.}1

{1ΛΟΓΟΣ ΙΒʹ.}1 Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν

κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦ 32.1280 μαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατεῤῥαγμέ νους καὶ ἀγαπᾷν δικαίους, συντρίβειν τε ὑπερηφά νους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας· πάλιν μεταβαλὼν, κουφότερος γίνομαι ταῖς ἐλπίσι. Καὶ οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλο μαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. Ἃ μὲν γὰρ πεπόνθα μεν, διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τοὺς δούλους αὐτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξε ται. Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ' ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσε βείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμε θα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν· ἀλλ' ἐπὶ τοῖς πεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Τίς γὰρ οὕτως ἀδα μάντινος τὴν ψυχὴν, τίς οὕτως παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς, κοινόν τινα θρῆνον καὶ σύμφωνον προσ ηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν, καὶ κατακαμ φθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις ἀνίαις παντελῶς ἐκτακῆναι; Ταῦτα δὲ λέγω, οὐ παρακλή σεως ἕνεκεν, (τίς γὰρ καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας μου, καθ' ὅσον δυνατὸν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνων. Ἐλογισάμην γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν ταῖς παρὰ τῶν ἐχθρῶν ἐπηρείαις πληθυνομένην τὴν ἀρετὴν ἐν ὑμῖν, καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλὴν, καὶ οὐκ ἔτι ἐκ τοῦ προφανοῦς