1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

57

πολεμεῖ, ἀλλὰ κεκρυμ μένας ἡμῖν τὰς ἐνέδρας τίθησι, καλύπτων αὐ τοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος οὗ περιφέρου σιν οἱ πολέμιοι· ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. Ταῦτα ἡμᾶς ἐξέπληξε, καὶ μικροῦ δεῖν, ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· Ἆρα μὴ ἐγκατέ λιπεν ἑαυτοῦ τοὺς δούλους ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ, καὶ ἡ ἀποστασία διὰ τούτων λαμ βάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραι ρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; Πλὴν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμὸς, βαστά σατε αὐτὸν ὡς καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδέ δοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα· ἀλλ' ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπι 32.1281 φάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται, καὶ με ταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη, καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ὥρισεν ὁ δίκαιος κριτὴς, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν; Μὴ τοίνυν ἀποκάμωμεν, ἀδελφοί· ἀναμένουσι γὰρ ἡμᾶς οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ ὁμολο γητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας, καὶ δέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν, οὐδὲ κολακευόμενος, τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη· ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδεί ξαντο. Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὁ γὰρ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος, τῆς λύπης τὸ βάρος ὑπενεγκὼν, μεγάλην ἔχει παρὰ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Ὥσπερ οὖν οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Οὔτε δὲ γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ πολυπενθὲς καὶ πολύδακρυ· ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἐπιστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχόμενον, μηδὲ ὀλολύ ζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν χεόμε νον, μηδ' ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτη δευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφο δρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Τὸ μὲν γὰρ δάκρυον, ὥσπερ ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώ ματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις, ὕπ ωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις, ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ' ἡδονῆς εἰς τὸ ἔξω. Καὶ πολλοὺς ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀπο στάξαι δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐκπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις· τοὺς δὲ καὶ παντελῶς ἀποψύ 32.1284 ξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνά μεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπ εξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου· τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνε σθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι, μηδεμιᾶς γενομένης ἐπὶ τὸ ἔξω διαπνοῆς.