1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

59

διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ῥύσεται αὐτοὺς, οὐχὶ μὴ ἐῶν αὐτοὺς θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν χαριζόμενος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει, ἢ μὴ ἁρμόζειν τῷ ἀθλη τῇ ἀνταγωνιστήν. Ἐπεὶ δὲ φέρει παραμυθίαν ὀδυρομένοις ἡ κοι νωνία τῶν στεναγμῶν, ἐπιστυγνάζειν μὲν ταῖς συμ φοραῖς τῶν πεπονθότων ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγή μασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυ πουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρη νεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους, οἷον 32.1288 συγκαθειργνῦναι ἑαυτὸν καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γὰρ ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ κατα πραΰνειν. Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. Φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις. Φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμέ νοις ἡ ἐπιτίμησις, καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπα θῶς παντάπασι διακειμένων οἱ λόγοι. Ὥσπερ γὰρ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρ ηγορημάτων ἀνίαν ἐμποιεῖ· οὕτω καὶ ψυχῇ ὑπὸ θλί ψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ ὁ λόγος, ὀχληρός πως εἶναι δοκεῖ ἐν τῇ περι ωδυνίᾳ προσφερόμενος. Ὅταν δὲ ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυ σον τῷ τοιούτῳ, καὶ σύμπαθε· καὶ γάρ σοι ὑπάρ ξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀπο στάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι' ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς, αὕτη θάνατός ἐστι τῆς ἀθανάτου, αὕτη πέν θους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ μέσης καρδίας ἀναπεμπόμενος. Οὕτως ἔκλαιεν Ἱερεμίας ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ᾧ γε ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐ χαριστήσωμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέ πει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀν άρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΜΑΚΡΟΘΥΜΙΑΣ.}1

{1ΛΟΓΟΣ ΙΓʹ.}1 Μηδεὶς ἐξ ὧν ἔπαθε λυπηρῶν ἀναπεισθῇ λογί σασθαί τι καὶ λέγειν, ὡς ἄρα

οὐδεμία πρόνοια τάττει τὰ καθ' ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ ∆εσπότου καὶ κρίσεως· ἀλλ' εἰς τὸν ἀθλητὴν Ἰὼβ ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐν οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ δια βόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶ σαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσα το φήμαις. Ἔτι γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμ φορὰν ἐξαγγέλλοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρό νων πραγμάτων φέρων κατήφειαν· ἀλλήλοις τε ἐπι 32.1289 συνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρό τερον δάκρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑπο δεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν,