1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

61

ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποί σομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν τὰ πράγματα δι' αἰῶνος ἡμῖν; διδάσκομεν τὸν ∆εσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν· ὅπως βούλεται, τάττει τὰ καθ' ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσι τελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου τοῦ ∆εσπότου τὴν κρίσιν· ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ' ἡδονῆς· δεῖξον ἐν τοῖς ἀλγεινοῖς ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβό λου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαι νεν; Ἔφυγεν αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσ ελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σὰρξ, ἤνθησεν ὁ βίος πάλιν τοῖς ἅπασι, καὶ διπλασίων πανταχόθεν ἐπὶ τὸν οἶκον ὁ πλοῦτος συνέῤῥευσεν· ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολω λεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Ἐκ τούτου τοίνυν ἀνδρίαν ψυχῆς ἕκαστος παιδευώμεθα· ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου 32.1293 περιπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου, καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτὸς, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλ' οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινὰ, παρωξύνθη. Ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν' ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πλού σιοι, εἴτε πένητες. Ἑκάτεροι γὰρ διὰ τῆς ὑπομονῆς δοκιμάζονται· κἀν τούτῳ μάλιστα τῷ καιρῷ δια δείκνυται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος· ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Καὶ κυβερνήτην μὲν ὁ χειμὼν, καὶ τὸν ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορά· τὸν Χριστιανὸν δὲ ὁ πειρασμὸς δοκιμάζει. Καὶ ὥσπερ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς εὐχαριστίᾳ πάσῃ τὰ οἰκονο μούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Πένης εἶ; μὴ ἀθυμήσῃς, ἀλλ' ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χειρὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώ μην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερ θαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἡλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρη μον· ψυχὴ δὲ ἦν τῷ δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς ἐφόδιον, ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτως, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν· ἀλλ' οἱ ἁρπακτικώτεροι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγένοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ ∆εσποτικῷ προστάγματι τὴν φύσιν διήμει ψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Εἶχε καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλί την νεανίσκον, αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύ θερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ' ἐκεῖνον; Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον, ὁ δὲ τούτου τροφεὺς Ἀββακοῦν ἐφέρετο δι' ἀέρος, κομί ζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερ ηνέχθη γῆς καὶ θαλάττης ὁ προφήτης ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι. Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον· 32.1296 καὶ