1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

64

ἀποστροφὴ, καὶ τῶν 32.1301 ἐν τῇ γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότε ρόν ἐστι καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φω τὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ. Πᾶσαν γὰρ ὁμοῦ τὴν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι τῷ λόγῳ τις συλλα βὼν καὶ εἰς ἓν ἀθροίσας εὐδαιμονίαν, οὐδὲ πολλοστῷ μέρει τῶν ἀγαθῶν ἐκείνων εὑρήσει παρισουμένην· ἀλλὰ πλεῖον τοῦ ἐν ἐκείνοις ἐλαχίστου τὰ σύμπαντα τῶν τῇδε καλῶν κατὰ τὴν ἀξίαν ἀφεστηκότα, ἢ καθ' ὅσον σκιὰ καὶ ὄναρ τῶν ἀληθινῶν ἀπολείπεται. Μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, ὅσῳ ψυχὴ τοῖς πᾶσι τιμιωτέρα σώματος, τοσούτῳ καὶ τῶν βίων ἑκατέρων ἐστὶ τὸ διάφορον. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων, διὰ τὸ, Ὁ μὲν δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας, τέλος εἶναι τῆς κολάσεως τοῖς κολαζομένοις φασίν. Ὅπερ οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς κολάσεως γίνεται. Τοῦ γὰρ Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κό λασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον· ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμα σμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἄλ λοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος· Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλιν διὰ τοῦ προφήτου περί τινων εἰρηκότος, ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς κειμέ νων, ἓν πάντως καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβό λου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαν θανομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ἀποφάσεων, τέλος κολάσεως, εἰς τὸ μᾶλλον κατα τολμᾷν τῆς ἁμαρτίας, ἑαυτοῖς ὑπογράφειν. Εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, πῶς ἂν ἔχοι λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ' ἑκατέρων ἐπίσης κεῖται. Ἀπελεύσονται γὰρ οὗτοι, φησὶν, εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι, εἰς ζωὴν αἰώνιον. Ὥστε καὶ τὸ, ∆αρήσεται πολ λὰς, καὶ ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολά σεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώληκος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυνῶντος, ἢ σφοδρότερον, κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης, διάφορα πάντως ἐχούσης τὰ κολαστήρια· καὶ ἕτερος τοῦ ἐξω τέρου σκότους, ἔνθα ὁ μέν τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων, διὰ τὸ ἐπιτεταμέ νον τῶν πόνων γίνεται. Καὶ τὸ ἐξώτερον δὲ σκότος 32.1304 ὑποφαίνει πάντως εἶναι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς 32.1304 πυθμένα ᾅδου, ἐν Παροίμιαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομένοντες τὴν κόλασιν. Καὶ μή με νο μίσῃς ὥσπερ μητέρα τινὰ τροφὸν, ψευδῆ σοι μορμο λύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νη πίους τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι' ἐπιπλάσεως τῶν διηγημάτων κα τασιγάζουσι. Ταῦτα γὰρ οὐ μῦθος, ἀλλὰ λόγος ἀψευ δὴς προκεκηρυγμένος φωνῇ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγχος ἀκριβής. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατ ῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύσω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἀπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγ γελίαις ἀγαθῶν προετίμησας; Ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου παραπλησίως τὰς ἀντι δόσεις. Λάβε τοίνυν εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, ὦ ἄνθρωπε (οὐ γὰρ δὴ σὺ μόνος τὸν αἰῶνα βιώσεις), καὶ τὴν συνοχὴν καὶ πνιγμὸν, καὶ θανάτου ὥραν, καὶ