1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

65

ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυ βουμένην, καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστι γουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέ φουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀπο δημίας ἀνάγκην. ∆ιάγραψόν μοι τῇ διανοίᾳ τὴν τε λευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ. Ἥξει γὰρ, καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶ ξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη, μέγα τι καὶ φο βερὸν ἠχήσασα, τοὺς ἀπ' αἰῶνος ἐξυπνίσῃ καθεύ δοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Μνήσθητι τῆς τοῦ ∆ανιὴλ θεο πτίας, ὅπως ἡμῖν ὑπ' ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκαθέζετο. Ποταμὸς πυρὸς εἵλυεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα 32.1305 ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. Πρὸς ταῦτα πο ταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; Ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσού των θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀν υποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾅδου σκο τεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραὶ, καὶ ὀλο λυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς, καὶ βρυγμὸς ὀδόν των, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; Τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. Ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδ' ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἔστιν ὁδὸς σω τηρίας, ἐὰν θέλωμεν. Σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυ τὸν, οὐκ ὀκνήσει, οὐδ' ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον, καὶ ἔτι σοῦ μακρὰν ὄντος, προσδρα μὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλι κοῖς ἀσπασμοῖς περιπτύξεται τὸν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένον. Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς ὑπὲρ σοῦ ἀπολογήσεται, λέγων· Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι οὗτος ὁ Υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς, καὶ εὑρέθη. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΑΡΧΗΣ ΚΑΙ ΕΞΟΥΣΙΑΣ.}1

{1ΛΟΓΟΣ ΙΕʹ.}1 Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἄγε σθαι· πολλάκις γὰρ ἀκρισία

δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο. Προσήκει τοίνυν τὸν ἐπὶ πάντων ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσεσθαι εἰς τὸ καθηγεῖσθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν κοινὸν πάντων τῶν μιμουμένων γίνηται. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάτ τεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ' ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸν ἀγόμενον εἶναι. Καὶ ὁποῖοι δ' ἂν ὦσιν οἱ προ εστῶτες, τοιαῦτα ὡς ἐπὶ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχο μένων πέφυκε γίνεσθαι. Καὶ ὥσπερ, εἰ πλείονες ζω γράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὁμοιοῦσθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ἀγαθὸς τοῦ βίου χαρακτὴρ ἐπιλάμψει. Καὶ γὰρ ἡ ἀληθὴς καὶ