1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

67

αὐτὸν εἴ τις ἂν ἐθεώρησε τὸν Θεὸν, πάντως ἂν ἀπηλλάττετο, κατὰ τὸ εἰρημέ νον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται. ∆ιὰ τοῦτο καὶ κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται παρ' αὐτά. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἰεζεκιὴλ, τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν, ἔπεσεν; Ὁ ∆ανιὴλ οἰκέτην ἰδὼν τοῦ Κυρίου, καὶ ἔπτηξε, καὶ ἔπεσεν· καὶ ἄχρις ὅτου ἐξεβιάζετο τοῖς ὀφθαλμοῖς ἰδεῖν εἰς ὁμοίωμα υἱοῦ Θεοῦ, οὐκ ἐτόλμησεν ἀποκριθῆναι. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος, τρόμον ποιεῖ προφήταις ἀνθρώποις τοῦ Θεοῦ· εἰ ἦλθε καθὼς ἦν, οὐκ ἂν ἀπώλλυντο πάντες; παντί που δῆλον. Εἰ τοίνυν θέ λεις γνῶναι σαφῶς, ὅτι φύσιν Θεοῦ καταλαβεῖν ἀδύ νατον, μάνθανε, τί λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς, ὑμνολογοῦντες τὸν Θεόν· Εὐλο γητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ. Εἰπέ μοι, τοῦ χερουβὶμ τίς ἐστιν ἡ φύ σις, καὶ τότε τὸν ἐπικαθήμενον θεωρεῖς. Καίτοιγε 32.1312 Ἰεζεκιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο δυνατῶς, λέγων, ὅτι Τέσσαρα πρόσωπα τῷ ἑνί· τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου· καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὅτι ὀφθαλ μοὶ αὐτοῖς πανταχόθεν, καὶ ὅτι ὑπὸ καθ' ἕκαστον τροχὸς τετράγωνος ὑποκείμενος· καὶ ὅμως τοῦ προ φήτου τὴν ἔκφρασιν πεποιημένου, οὔπω ἡμεῖς οὔτε ἀναγινώσκοντες καταλαβεῖν δυνάμεθα. Εἰ δὲ τὸν θρόνον ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα, τὸν ἐπικαθήμενον ἀόρατον Θεὸν πῶς καταλαβεῖν δυνησό μεθα; τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις τῆς τοῦ Θεοῦ ἀκαταλήπτου με γαλειότητος, ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδο θῆναι ἐπήγγελται. Νῦν δὲ κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι' ἐσόπτρου δὲ ὅμως βλέπει καὶ ἐν αἰ νίγματι· καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχό μενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἐκδέχε ται. Τὸ γὰρ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον, βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτόν ἐστιν, ὡς πλέον ἀπο λιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ προσώπου πρὸς πρόσω πον. Τοσοῦτον μὲν οὖν τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον· ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστου προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένων ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον ὅτε τὸ ἐκ μέ ρους καταργηθήσεται. Ὁ δὲ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρε σιν, ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄν των γνώσεως προέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος, τὸ σμικρότατον τῶν προφαινομέ νων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα διείλη πται· εἰ νεύροις καὶ ἐνδέσμοις τὰς ἁρμονίας τετόνω ται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρα τείνεται· εἰ ἐπὶ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύ ναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ χοληδόχον ἀγ γεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία, καὶ ἀρτηρίαι, καὶ φλέβες, ὑμένες, καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· μονώνυχόν ἐστιν, ἢ πο λυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον· καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον, καὶ πῶς οὔτε 32.1313 πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλ' οἱ μὲν τῶν χαμαὶ ἑρπομένων εἰσὶν, οἱ δὲ διαέ ριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπι κομπάζων, τέως τὴν τοῦ