1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

69

ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχα νόντων μεταπλασσόμενος. Εἰ οὖν μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ κατὰ τὴν ὑπάρχουσαν δύ ναμιν τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρασκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι' ὧν ἑτέρους κρίνομεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφού μενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψω μεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ αἰσχρὸν τοῦτο, πολλῷ αἴσχιον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Πλήθει γὰρ βρωμάτων καὶ περιεργείᾳ πρὸς ἡδονὴν μετασκευά ζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐ τοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι' ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτε λείαις; Ἐπεδήμησέ τις τῶν ξένων; εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν ἔχων σκοπὸν τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται· ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦ τα παρ' ἡμῖν εὑρήσει. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοι πορίας; τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι. Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; μαθέτω διὰ τῶν ἔργων, ὅσον ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν 32.1317 ταῖς τροφαῖς αὐταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπο μνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χριστὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ κα ταγελάσει, δεύτερον ἡμῖν οὐκ ὀχλήσει. Τὸ γὰρ περι τρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγ καῖον ταῖς χρείαις ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ὀλε θρίαν ἡδονὴν καὶ βλαβερὰν κενοδοξίαν περινενοη μένα, οὐ μόνον αἰσχρὸν ἡμῖν καὶ ἀσύμφωνον, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁρι ζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας καὶ ἡμᾶς ὁρῶσι στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Ἐσθίοντες δὲ, μὴ ἀργὸν τὸν νοῦν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχω μεν, ἀλλὰ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν, καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν, ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα, παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. Τροφῆς δὲ ὥρα μία ἀπο τεταγμένη ἤτω· ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα, ὡς ἐκ τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖν. Ὁ μὲν γὰρ ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειρά σεται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσ παλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, καὶ οὐδὲ τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιώς. Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος αὐτῷ ἀναγ καίου ψυχῇ, καὶ συνεργοῦντος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τούτου χρείας ἐπιστρα φήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπιμελείας ἐῤῥω μένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾷν. Τούτοις μὲν γὰρ εὐήνιόν τε αὐτὸ καὶ κοῦ φον ἀεὶ πρὸς τὴν οὐράνιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκείμενα κτήσεται συνεργόν. Εἰ δὲ ὑβρίζειν αὐτὸ συγχωρήσοι, καὶ πάντων ἐφ' ἡμέραν ἐμπίπλασθαι, καθάπερ τι θηρίον ἀνήμερον· ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συν επισπασθεὶς, κείσεται στένων ἀνόνητα. Καὶ πρὸς τὸν ∆εσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδο θείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνήσει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ' ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη και ρόν· οὐδὲν δὲ ἐκ τῶν δακρύων ἔσται κερδαίνων· Ἐν γὰρ τῷ ἅδῃ τίς ἐξομολογήσεταί σοι; φησὶν ὁ