1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

70

∆αβίδ. Γαστὴρ συναλλάκτης ἐστὶν ἀπιστότατος, 32.1320 ταμεῖον ἀφύλακτον, πολλῶν ἐναποτιθεμένων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Τὰ τοίνυν εἰς βρῶσιν ἡμῖν ἐπινενοη μένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ' ἂν ἡμετέρα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; ἅ γε μικράν τινα γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσ χεραίνομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τὸ ζῇν κινδυνεύσοντες Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος. Ἡ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λειότητα ῥᾳ δίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλα βοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας μὴ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν. Ὁ κόρος ὕβρεώς ἐστιν ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους· ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι, διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐπιγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Ἐκ γὰρ τῆς παχείας τροφῆς, οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀνα πεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσι. Μὴ τοίνυν κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς, καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵ ματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα ἑαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; τὸ γὰρ πλῆθος τῆς σωματικῆς δυνάμεως, ἐμπόδιόν ἐστι πρὸς τὴν σωτηρίαν τοῦ πνεύματος. ∆εῖ τῇ γα στρὶ τὰ ἀναγκαῖα ὑπηρετεῖν, οὐχὶ τὰ ἥδιστα, ὡς οἵγε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦν τες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλατταν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες· ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πά σχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀν τλοῦντες πίθον, οὐδὲν δὲ πέρας τῶν πόνων ἔχοντες. Ὥσπερ οὖν ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λι μὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν ἡ ἐγκράτεια φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν 32.1321 μετάληψιν φανῆναι ποιήσει, ὥσπερ ἀπόδημον. Ὥστε εἰ βούλει σαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τρά πεζαν, δέξαι τὴν ἐκ τῆς ἐγκρατείας μεταβολήν. Σὺ δὲ ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέλη θας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φι ληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπι θυμητὸν, ὃ μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκατα φρόνητον γίνεσθαι πέφυκεν· ὧν δὲ σπανία ἡ κτῆ σις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις. Οἱ γοῦν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περι αθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμ βάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν ἐπὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται. Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς τὸν οὐρα νὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν· ἀλλ' εὐθὺς ἀρχομένης ἡμέρας, κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας ὥσπερ ἐν πομπῇ τινι καὶ πανηγύρει διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κό ρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλ λαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ· τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ