1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

71

ἐπινενοημένη. Πρὸς τούτοις ἅμιλλαι περὶ τοῦ πλείονος, φιλονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην. Καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς, διάβολος, καὶ ἆθλον τῆς νίκης, ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐγ χεάμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικη τήρια· φιλονεικοῦσι μὲν γὰρ ἀλλήλους, ἀμύνονται δὲ ἑαυτούς. Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως· οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικήσαντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίσταται. Τὸ ἄθλιον σῶμα τοῦ φυσι κοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχό θεν, τὴν ἐκ τῆς ἀμετρίας βίαν μὴ ὑπομένον. Ἐλεεινὸν θέαμα! Ἀνὴρ ἀκμάζων καθ' ἡλικίαν, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἐπιβῆναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ' ἀγο ρὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πο λεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα καὶ βούλοιντο. Τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ ταῦτα ἐπιβουλεύσας; Παράταξιν ἐποίησας τὸ συμπόσιον, ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν 32.1324 ζωὴν αὐτοῦ κατασβέσας. Τίνι διενήνοχας τῶν ἀλό γων, ὦ ἄνθρωπε; οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· διότι τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμάς· οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυ χὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερ μότητος ἀναπληρώσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλο κὰς συνελαύνονται. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι σώφρονα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ παρακούει ὡς ὁ μεθύων; Οὐχὶ ἀγνοεῖ μὲν τοὺς οἰ κειοτάτους, προστρέχει δὲ τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; οὐ τὰς σκιὰς διαπηδῶσιν οἱ τοιοῦτοι πολ λάκις, ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων τὰ ὦτα πεπλήρωται οἱονεὶ θαλάσσης κυμαι νούσης· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν κύκλῳ. Τούτοις ὕπνοι μὲν βαρεῖς, καὶ δυσανάφοροι, καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες· αἱ δὲ γρηγορήσεις, τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε ἱμάτιον οὐκ ἔχοντες, οὐδ' ὅ τι φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τί ποιεῖς, ἄνθρωπε; Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ καὶ παραμένεις τῷ οἴνῳ, καθ' ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύ πτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως, ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεση πότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφα λή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλ λοτε ἐπ' ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐν ολισθαίνουσα. Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία, ἄντι κρυς, ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συν εισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα. ∆ιότι τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως· οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλό τες, ὡς ὑπὸ πάσης κηλῖδος κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ