1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

72

ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐ 32.1325 τῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζω τικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ μὲν οἱ ὀφθαλμοὶ, ὕπωχρος δὲ ἡ ἐπιφάνεια, πνεῦμα προστετηκὸς, γλῶσσα παρειμένη, καὶ κραυ γὴ ἄσημος, ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων, ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Ὥσπερ γὰρ τὰ χειμαζόμενα πλοῖα ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθε ροῦνται τοῦ βάρους, τοσούτῳ τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα. Καὶ οἱ μὲν δαιμονῶντες, ἐλεεινοί· οἱ δὲ μεθύοντες τὰ αὐτὰ πά σχοντες, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιοι, αὐθαιρέτῳ δαίμονι προσπαλαίοντες. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τοῦ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τοῦ μὴ διαλιπεῖν μεθύοντες μηχανώμενοι. Καὶ τέλος οὐκ ἔστι τοῦ κακοῦ· αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖ ται, ἀλλ' ἑτέρου ποτοῦ χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείο νος ἔφεσιν προσκαλούμενος. Καὶ ὥσπερ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξη ραὶ καταλείπονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στό μα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται. Πάντη οὖν ἀπέχεσθαι δεῖ τῶν ἐμποιούντων θό λωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀνα δραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύ βους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμε νος ἐπιτάγματος. Ἀλλ' αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρ χουσαν διακόσμησιν συγχεῖ καὶ ταράσσει, γέλω τας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προ πετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. ∆ιὰ τοῦτο μὴ πινέ τωσαν, φησὶν, οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι, καὶ δημοσίων πραγμάτων οἰκονο μίαν· εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνά μει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι φύσει τυγχά νοντες πρὸς τὰς ὁρμὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαλμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης, ἐπὶ τὸ μέγα 32.1328 ἐξαίρουσιν. Ὥσπερ γὰρ τὰ πλοῖα καταβαρυνόμενα τῷ φόρτῳ δυσάγωγά ἐστι καὶ εὔκολα πρὸς ναυ άγιον· οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψι λεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται διὰ φιληδονίαν, τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχό μενα φέρεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ' ἑαυτὸν ἐπισπᾶσαι, μεθύων, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως περιδονεῖται καὶ κα τασείεται. Μέχρι τίνος ἡ μέθη; Κινδυνεύεις λοι πὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου· οὕτως ὅλως ἀν εμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Εἰ μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, σὺ δὲ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Οὐχ ὁρᾷς καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς, πῶς οἱ ἐμπειρότατοι πωλο δάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; σὺ δὲ ἐξεπίτηδες σεαυτὸν κατα πιέζεις τῷ κόρῳ. Βαρουμένη γὰρ ἡ γαστὴρ, οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία·