1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

73

διότι καταθλιβομένη τῷ ἄχθει, οὐδὲ ἠρεμεῖν συγχω ρεῖται, ἀλλὰ ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα. Μὴ τοίνυν μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν, οὐδὲ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι' ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλή βδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Μέθη εἰς ἀκολασίαν ἄγει, ἐπὶ νηστείαν ἡ αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Μέθη Κύριον οὐχ ὑποδέχεται, Πνεῦμα ἅγιον ἀπο διώκει. Καπνὸς μὲν γὰρ φυγαδεύει μελίσσας, χαρί σματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Ἵνα δὲ μὴ τοῦτο πάθοιμεν, φύγωμεν τὸ τὴν ἀχάριστον θερα πεύειν γαστέρα, ὅπως τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κρά τος, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΟΡΓΗΣ ΚΑΙ ΕΧΘΡΑΣ.}1

{1ΛΟΓΟΣ ΙΖʹ.}1 Μέγιστον κατηγόρημα Χριστιανοῦ, πρόχειρον 32.1329 εἶναι πρὸς ἄμυναν, καὶ

παντὶ τρόπῳ ἐπινοεῖν κατὰ τῶν λελυπηκότων τὴν τῶν ὁμοίων ἀντίδοσιν. Πῶς γὰρ διδάξει ἕτερον, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδι δόναι, ὁ πάντα ποιῶν εἰς τὸ ἀμύνασθαι καὶ ἀντιλυ πῆσαι τὸν βλάψαντα; μὴ μιμούμενος τὴν πραότητα τοῦ ∆αβὶδ λέγοντος· Εἰ ἀνταπέδωκα τοῖς ἀνταπο διδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. ∆ιὸ δεῖ τὸ μανικὸν καὶ ἔμπλη κτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων τούτου ὑποδειγμάτων· πῶς πράως ἠνεί χετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέ ρων τὴν ἔννοιαν. Ὅτι Κύριος, φησὶν, εἶπε τῷ Σε μεεὶ καταράσασθαι τὸν ∆αβίδ. ∆ιόπερ ἀκούων, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέ πηνεν, ἀλλ' ἑαυτὸν ἐταπείνωσεν, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Πᾶς γὰρ ἔλεγχος ἐναργῶς καθαπτόμενος τοῦ ἐλεγχομένου, ἰσχυρῶς αὐτὸν βασανίζει, παριστὰς τὸ αἶσχος τοῦ ἁμαρτή ματος· ὥστε μεγάλα εὐεργετεῖν τὸν ἀναισθητοῦντα τῶν ἰδίων πταισμάτων, εἰς συναίσθησιν ἄγων καὶ μεταμέλειαν ἀληθινήν. Ποῖον γὰρ τραῦμα σωματικὸν οὕτω δριμεῖαν ἐμποιεῖ τὴν ὀδύνην, ὁποίαν βάσανον ἐμποιεῖ τῇ ψυχῇ λόγος καταπληκτικὸς, καθικνούμε νος τοῦ συνειδότος τῶν ἐνεχομένων τῇ αἰσχύνῃ τῶν κακῶς πεπραγμένων· Οὐχ οὕτω σώματος χαρακτὴρ ἴδιός τινος ἐνο μίσθη, ὡς τῆς φιλοθέου ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. Πρέποι δ' ἂν τῷ τοιούτῳ, τοὺς ἄλλους ἕλ κειν πρὸς ἑαυτὸν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσιν, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ τρόπου χρη στότητος ἀναπίμπλασθαι, αὐτὸν τοῖς ἄλλοις καθ ηγεῖσθαι ἐπὶ τὰ βέλτιστα, ἀλλ' οὐχὶ ἀκολουθεῖν ἑτέ ροις, ἐφ' ἃ μὴ δεῖ· καὶ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυ χῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι' ἀνεξικακίας λύειν τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι, παντός ἐστι τοῦ ὀργιζομένου· τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο ἑνός που μόνου, καὶ εἴ τις αὐτῷ τὴν ἀρετὴν παραπλήσιος. Οἷον γὰρ θέαμα! πῶς σε μνὸν καὶ θαυμαστὸν καὶ μικροῦ τὴν φύσιν ἐκβαῖνον τὴν ἀνθρωπίνην, ἄνθρωπον πολλὰ λοιδορηθέντα, καί που καὶ πληγὴν δεξάμενον ἐπὶ κόῤῥης, καὶ ἄλλα μυρία παθόντα τῶν λόγῳ καὶ ἔργῳ πρὸς τὴν ἐσχάτην ἀτιμίαν φερόντων, μὴ ὑπερζέσαι θυμῷ, μηδὲ διαναστῆναι πρὸς ἄμυναν, ἀλλὰ πράως καὶ ἀοργήτως προσεύξασθαι ὑπὲρ τοῦ ὑβριστοῦ, ὥστε καὶ τὴν ἐπὶ τοῖς φθάσασιν αὐτῷ ἁμαρτίαν συγχω ρηθῆναι, καὶ πρὸς