1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

74

τὸ ἑξῆς τῆς πρεπούσης παρὰ 32.1332 Θεοῦ ἐπιμελείας ἀξιωθῆναι! Νῦν δὲ ἡμεῖς μετὰ τῶν ἄλλων κακῶν κἀν τούτῳ μάλιστα ἁμαρτάνομεν, διώ κοντες ἀνταπόδομα, οὐδὲ ἴσῳ τῷ μέτρῳ ἀντιδιδόν τες, ἀλλὰ μεθ' ὑπερβολῆς ἀμυνόμενοι, οὐκ ἐὰν ὑβρισθῶμεν μόνον, ἀλλ' ἐὰν μὴ καὶ τιμηθῶμεν παρ οξυνόμενοι· καὶ τοὺς ἔλαττον ἡμᾶς τιμῶντας, ὧν ἀξίους αὑτοὺς ὑπειλήφαμεν, ὡς ἐχθροὺς λογιζό μενοι. Ὕβρισέ σε ὀργισθεὶς ὁ δεῖνα; στῆσον τῇ σιωπῇ τὸ κακὸν, καὶ μὴ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Ἐκεῖνος ἐλοιδόρησε; σὺ εὐλόγησον. Ἐτύπτησεν ἐκεῖνος; σὺ ὑπόμεινον. ∆ιαπτύει, καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑπέστης, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ καὶ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ταῦτα ἑαυτὸν ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχόν; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γέννησιν, τὰ τοῦ ∆αβὶδ λέγων ῥήματα. Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως κα λόν. Ἐκεῖνος ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατ' αὐτῶν ἐνέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Καὶ σὺ τοίνυν, ἐὰν πένητά σε προσεί πῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς, τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριάνῃς, τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντι τύπων πέφυκε διαπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυ μνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινόν. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν. Τί ὀργῆς ἀφρονέ στερον; Ἐὰν μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρί σαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ὡς γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα, ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀνέπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων, παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται. Ἀμυνό μενος δὲ, καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς, ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι, ἱκανὸν εἰς παραίτησιν. ∆ικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπι τεῖναι τὴν ἀγανάκτησιν· διότι ὁ μὲν οὐκ εἶχε τὸ σω φρονίζον ὑπόδειγμα· σὺ δὲ βλέπων ἀσχημονοῦντα 32.1333 τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ' ἀγανακτεῖς καὶ χαλεπαίνεις, καὶ ἀνταγωνί ζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προ λαβόντος. Εἰ μὲν πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξ έκλινας τὸ κακόν; Εἰ δὲ συγγνώμης ἄξιον, τί χαλε παίνεις τῷ θυμουμένῳ; ἔοικε γάρ πως συνεξομοιοῦ σθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. ∆ιόπερ, οἶμαι, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν, μὴ ἀποκρίνασθαι τῷ ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύνην. Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξ αμαρτήσας τὸν βασιλέα κρίνεται· οὕτω δηλονότι ὑπό δικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ' εἰκόνα Θεοῦ γεγε νημένον καθυβρίζων. Ἀνδρὶ θυμώδει μὴ συναυλίζου, φησί. Κακὸν γὰρ πρᾶγμα κυνὶ συνδεδέσθαι, καὶ διηνεκοῦς ὑλακῆς ἀπολαύειν. Φεῦγε τοίνυν τὰς μετ' αὐτοῦ διατριβάς· ἀνάγκη γάρ σε μαθεῖν τι τῶν ἐκείνου ὁδῶν. Εἶπέ τι ὑβριστικὸν, ἐκίνησε καὶ τὸν ἐν σοὶ θυμόν. Ὥσπερ κυνὸς ὑλακὴ προκαλεῖται ἑτέρου κυνὸς θόρυβον, καὶ τὸν ἐν σοὶ θυμὸν τέως κοιμώμενον καὶ ἡσυχάζοντα ἡ ἐκείνου φωνὴ διήγειρε, καὶ γεγόνατε ἀλλήλοις ἀνθ υλακτοῦντες· εἶτα ἀντικαταστάντες ἀλλήλοις, ὥσ περ σφενδόνας ἀφίετε τῶν ῥημάτων τὰς ἀσχημο σύνας. Εἶπέ τι ὑβριστικὸν ἐκεῖνος,