1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

80

Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν εὐπά θειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φορὰν, περικόπτῃ. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν 32.1349 ἐπ' ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα. Καὶ γὰρ ἡ ἄγαν τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώ ματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι· τό γε ὑπο πεπτωκέναι τούτῳ καὶ θεραπεύειν, μανία σαφής. Παντὸς τοίνυν ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλ λοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ, ὅσον, φησὶ Πλά των, ὑπηρεσίαν φιλοσοφίας κτωμένους, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος ἔχειν πρόνοιαν εἰς ἐπιθυμιῶν ἀφορμήν. Ἀλλὰ τὰ μὲν ἡμέτερα τοιαῦτα. Γυναῖκες δὲ ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοι αύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀνα στάσεως καθῆσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμ βάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ὁ Κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντίδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ ἐκκαθαίρειν μὲν αὐτῶν τὰς καρδίας ἀπὸ πονη ρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι δὲ πρὸς ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφα νείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, καὶ ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμματα, καὶ καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, κατ αναισχυντήσασαι πάσης ἄῤῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ' ἑαυτὰς προσ καλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως Μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πε ποίηνται. Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις πο σὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν· θέατρον ἑαυταῖς νεανίσκων ὄχλον παραστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπουσαι. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; ᾄσματα πόρνης φθέγγῃ, ἐκβαλοῦσα τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους οὓς ἐδιδάχθης; κινεῖς πόδας καὶ ἐξάλλῃ ἐκμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα κάμπτειν πρὸς τὰς προσκυνήσεις; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους, ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι, αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον· εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο. ∆ιὰ τοῦτο πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περι 32.1352 βολῇ τῆς ἐσθῆτος, προσδοκάτω αὐτῆς τὴν ἀφαίρεσιν. Ἐπειδὴ γὰρ πορεύονται ἅμα σύρουσαι τοὺς χιτῶνας, ὡς μὴ χρώμεναι τῷ ἱματισμῷ, ἀλλὰ παραχρώμεναι, κελεύονται γυμνωθῆναι τῆς δόξης τοῦ ἱματισμοῦ. Ἀφαιρεῖται μέντοι καὶ ἀφ' ἡμῶν τὴν δόξαν τοῦ ἱμα τισμοῦ ὁ Κύριος, ἐὰν ἀναξίως αὐτῷ κεχρημένοι φα νῶμεν, καταπατοῦντες αὐτὸν, καὶ τῶν σαρκικῶν μολυσμάτων ἀναπιμπλάντες. Τίς δὲ ὁ τοιοῦτος ἱμα τισμός; φησίν. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, ὃν ἀφαιρεῖ Κύριος ἀπὸ τῶν δι' ἁμαρτιῶν τὸ σῶμα καταπατούντων, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγουμένων. Αἱ τοίνυν ἐπὶ τῷ τοῦ σώματος κάλλει μέγα φρονοῦσαι γυναῖκες, ὑπεραίρουσιν ἑαυτὰς τῶν λοι πῶν, ματαίῳ φρυάγματι κεχρημέναι, καὶ ἐπαιρό μεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι· ὑψηλόν τε τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μέντοι σεμνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὰ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ ἄσεμνος καὶ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλ λους