1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

81

προαιρουμένη, πορεύεται ὑψηλῷ τῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύει τῷ βλέμματι, ἰόν τέ τινα φθαρ τικὸν ἐξαποστέλλει τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας. Ἐπειδὴ δέ ἐστί τινα χρώματα πρὸς κόσμον ταῖς γυναιξὶν ἐπιτηδευόμενα τοῦ προσώπου, λευκόν τε, καὶ ἐρυθρὸν, καὶ ἕτερον μέλαν ὂν (τὸ μὲν λευκό τητα τοῦ σώματος καταψεύδεται, τὸ δὲ ἐρυθρὸν ταῖς παρειαῖς ἐπανθεῖ, τὸ δὲ μέλαν μηνοειδῶς τὰς ὀφρῦς τοῖς ὀφθαλμοῖς περιγράφει)· καὶ αὐτὰ περιαιρήσειν ὁ Κύριος ἀπειλεῖ, ἵνα μὴ κλέπτηται, φησὶν, ἡ σωφροσύνη τῶν ἀνδρῶν, μηδὲ ταῖς ζωγραφίαις ταύ ταις ἐλεεινῶν νεωτέρων ὀφθαλμοὶ συναρπάζωνται· αἱ γὰρ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθε νεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τοῖς ἀλόγοις, τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται· αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Ἀλλὰ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτε συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρ νουμένην. Τί οὖν ἡμῶν γένοιτ' ἂν ἐλεεινότερον, μὴ μόνον τὴν αὐτὴν τοῖς ἀλόγοις περὶ τοὺς ὁμόζυγας μὴ ἐπιδεικνυμένων στοργὴν, ἀλλὰ καὶ τὴν ἐναντίαν τῶν τοῦ Κυρίου ἐντολῶν ὁδευόντων, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ σοφίσμασι χρωμάτων, τὴν σωφροσύνην ὑποκλεπτομένων; Ἃ πάντως ἀφαι ρεθήσεται τότε, ὅτε γυμνὰ πάντα παρίσταται τῷ Κριτῇ· ὅτε ὀφρὺς συμπεπτωκυῖα, καὶ παρειὰ κατ ηφὴς, καὶ χρῶμα πελιδνὸν ὑπὸ τοῦ φόβου καθίστα 32.1353 ται· καὶ ἀπολήψεται ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἐν διανοίᾳ λαβόντες, ἀγαπητοὶ, σπεύσωμεν ὡς ἔστι καιρὸς, κατὰ τὰ δοκοῦντα τῷ Θεῷ πολι τεύεσθαι, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχω μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΚΑΙ ΚΕΝΟ∆ΟΞΙΑΣ.}1

{1ΛΟΓΟΣ Κʹ.}1 Ἀμήχανον τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάν τας ὑποδεὲς καὶ ἔσχατον,

δυνηθῆναί ποτε ἢ λοιδορού μενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυ μίας περιγενέσθαι τῶν πειρασμῶν. Ὁ δὲ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ καταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας. Ἀλλ' ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ' ἡμέραν παρὰ τοῦ Κυρίου χορη γίας δεόμενον. Ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι· καὶ ἁπαξαπλῶς, μέγας ἐκεῖνος παρὰ Θεῷ ὁ ταπεινοφρόνως κατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ' ἑαυτὸν καταδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος χαρίσασθαι τὴν εἰρήνην τῷ ἀδελφῷ. Ὁμοίως γάρ ἐστι χαλεπὸν, ἔν τε δυσκολίαις πραγμάτων ἀτα πείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περι φανείαις μὴ ἐπαρθῆναι. Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη, ἑαυτῶν ὑπεροπτικώτερα πέφυκε γίνεσθαι. Τῷ δὲ ταπεινῷ καὶ καταβεβλημένῳ φρο νήματι ἕπεται στυγνὸν ὄμμα καὶ εἰς γῆν συννενευκὸς, σχῆμα ἠμελημένον, κόμη αὐχμηρὰ, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ' ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεται. Χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα, μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ. Καὶ τὸ