1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

82

βάδισμα μήτε νωθρὸν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν· μηδ' αὖ σφοδρὸν καὶ σεσοβημέ νον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. Σκοπὸς δὲ ἐσθῆτος εἷς, ὥστε κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Μήτε δὲ ἐν χρώ ματι, τὸ ἀνθηρὸν διωκέσθω· μήτε ἐν τῇ κατασκευῇ, τὸ λεπτὸν καὶ μαλακόν. Τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐ χροίας περισκοπεῖν, ἴσον γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. Ἀλλὰ μὴν καὶ πα χύτητος οὕτως ὁ χιτὼν ὀφείλει ἔχειν, ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. Καὶ ὑπό δημα, τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν. Γυμνάσιον γὰρ ταπεινοφρο σύνης ἐστὶν ἡ ἐν τοῖς εὐτελεστέροις πράγμασι δια τριβὴ, τὸ πάθος τῆς φιλοδοξίας θεραπεύουσα. Κενό δοξος δέ ἐστιν, ὁ ψιλῆς ἕνεκεν τῆς τοῦ κόσμου δόξης ποιῶν τι ἢ λέγων. Οἷον, ὁ ποιῶν ἐλεημοσύνην εἰς τὸ 32.1356 δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν, καὶ οὐκ ἔστιν ἐλεήμων οὐδὲ κοινωνικός. Καὶ ὁ σω φρονῶν εἰς τὴν ἀνθρωπίνην ἀρέσκειαν, οὐκ ἔστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ' αὐτῆς δόξαν θηρώμενος. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ' ἐπειδὴ πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυ μασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο· τοιαύτην ἐκίνησε καθ' ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν. Ὁ γὰρ ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅς ἐστι πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθη τεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τί μέγα φρονεῖς ἐπὶ σεαυτῷ, ὡς κόπτοντι ἔθνη, καὶ καθαιροῦντι δυνα στείας τῶν πόλεων; Ἦ οὕτως γ' ἂν καὶ ἡ ἀξίνη μέγα φρονείη, ὡς τὰ ὑπέρογκα τῶν δένδρων εἰς γῆν καταβάλλουσα· καὶ ὁ πρίων, ὡς τὰ συνεστῶτα καὶ ἡνωμένα τῶν ξύλων διαιρῶν. Ἀλλ' οὔτε ἡ ἀξίνη ἄνευ τῶν χειρῶν κόπτει, οὔτε ὁ πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν. Κἂν τὸν πέλας ἁμαρτάνοντα θεωρήσῃς, μὴ τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέπραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων καὶ μὴ μερικὰ ψηριζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας, ποτὲ διὰ τὴν παρὰ πόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. Οὕτω ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οἴει τι κατορθοῦν ἀγαθόν; εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ τὸ ὄνο μα, ἢ τοῖς τῆς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ δια βόλου πτώσεως τὴν ὁμοίωσιν· ὃς ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπὸ ἄνθρωπον, καὶ παραδέδο ται πάτημα τῷ πεπατημένῳ. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσ σεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπει 32.1357 νωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Μὴ γίνου κριτὴς ἄνισος ἑαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε, εἰ μέν τι δοκεῖς ἔχειν καλὸν, τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανό μενος, μηδὲ ἐφ' οἷς μὲν σήμερον κατορθοῖς μεγα λυνόμενος, ἐφ' οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν ἑαυτῷ διδούς· ἀλλ' ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν ἀγέτω, καὶ