1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

84

{1ΛΟΓΟΣ ΚΑʹ.}1 Οὔτε τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει,

οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται, ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκή τοις ὑπόκειται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότη τος ἄνθος, οὔτε εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ συμμε τρία τοῦ βίου ἐπὶ πολὺ διαμένει· ἀλλ' ἐν τῇ εὐ οδίᾳ ὢν τοῦ βίου, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμά των. Ἥξει γὰρ νόσος, ἥξει πενία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος. Ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν ὥσπερ κύ ματά σοί ἐστιν, ἄλλα ἐπ' ἄλλοις ἐπεγειρόμενα. Ὄψει δέ ποτε καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρό τητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβαλλό 32.1361 μενον. Ὥσπερ γὰρ θάλασσαν ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι (τὴν γὰρ νῦν λείαν καὶ σταθηρὰν, μικρὸν ὕστερον ὄψει βίαις ἀνέμων τραχυνομένην· καὶ μέντοι καὶ τὴν ἀγριαίνουσαν καὶ βρασσομένην τῷ κλύδωνι, βαθεῖα γαλήνη ταχὺ κατεστόρεσεν), οὕτω καὶ τὰ τοῦ βίου πράγματα ῥᾳδίως λαμβάνει τὰς περιστροφὰς ἐφ' ἑκάτερα. ∆ιὰ τοῦτο κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου, πάντων αὐτῷ κατὰ νοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις τοῖς παροῦσιν ἐπαναπαύηται· καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει μὴ ἀπελπίζῃ τῶν ἀγαθῶν, ὡς ἂν μὴ τῇ περισσοτέρᾳ λύπῃ κα ταποθεὶς ὑποβρύχιος φέρηται. Οὗτος γάρ ἐστιν ὁ νο ήμων κυβερνήτης, ὁ ἐστοχασμένως τῆς ὑποκει μένης φύσεως μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ ὅμοιος ἀεὶ αὐτὸς ἑαυτῷ διαμένων, μήτε ἐπαιρό μενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. Καίτοι κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλή νην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους θορύβους κατασιγά σωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. Ἐπεὶ οἵγε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι, εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύ ρονται μετὰ τῶν βοσκημάτων. Πολλοὶ δὲ πολλάκις πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπανα στάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι, ἀλλὰ πάν των ἐκείνων τὴν ζημίαν ὑπέμειναν. Καὶ οἱ μὲν, Περὶ τὴν πίστιν ἐναυάγησαν· ἄλλοι δὲ, σωφροσύνην ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν. Ἐλεεινό τατον θέαμα, μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν εἴκοσί που ἐτῶν ἢ τριάκοντα, δι' ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν, γυμνὸν ἁπάντων ἀποδειχθῆναι· καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον, ἐμπόρῳ τινὶ με γαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλό μενος, ἐξουρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥα γέντος τοῦ πλοίου, πάντων ἀθρόον ἔρημος ἀπεδείχθη. Τοὺς τοιούτους ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεος γάρ ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν κατα πεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εἰς τὴν ἐσχάτην ἀσθένειαν καταβληθέντα, τὸν ἐπὶ κάλλει καὶ ὥρᾳ σώματος ἀγαλλόμενον καὶ ὑπὸ τῶν αἰσχί 32.1364 στων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγε νόμεθα δὲ ἄδοξοι καὶ ταπεινοὶ διὰ τὴν ἔκπτωσιν, ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ' οἵων