1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

85

γεγόνα μεν. ∆ιὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆ ναι ἐζήτει ὁ πάντα εἰδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβού λετο οἷος ἀνθ' οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εἰς ποῖον πτῶμα κατελήλυθας ἀπὸ τηλικούτου ὕψους; Χρὴ οὖν ὥσπερ δικαστὴν τὸν λόγον τὴν ἀνω τάτω χώραν παρ' ἡμῖν λαχόντα, ἕκαστα κρίνειν καὶ ἐξετάζειν, τά τε δεκτέα καὶ μὴ, καὶ ταῖς συγκα ταθέσεσι τῶν πραγμάτων, καὶ ταῖς ὁρμαῖς τῆς ψυ χῆς, μετὰ ἀκριβοῦς ἐπικρίσεως ἐπιτρέπειν. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Παῦλος· Εἰ γὰρ ἑαυτοὺς ἐκρί νομεν, οὐκ ἂν ἐκρινόμεθα. Μὴ τοίνυν πολυπρα γμόνει τὸ μέλλον, ἀλλὰ τὰ παρόντα πρὸς τὸ χρήσι μον διατίθεσο. Τί γὰρ ὄφελος ἐκ τοῦ προλαβεῖν τὴν γνῶσιν; Εἰ μὲν ἀγαθὸν ἔσται τὸ ἐσόμενον, ἥξει, κἂν μὴ προγνῷς· εἰ δὲ λυπηρὸν, τί σοι τὸ κέρδος προ δαπανᾶσθαι τῇ λύπῃ; ∆ιπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα. Ἡ μὲν γάρ ἐστι φυλακὴ τοῦ οἰκείου συμφέ ροντος μετὰ τῆς πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως τὴν κεφαλὴν συντηροῦντος· ἥδε τις ἔοικεν εἶναι κα κεντρέχεια τρόπων, ὀξέως τὸ ἴδιον λυσιτελὲς ἐξευρί σκουσα, καὶ συναρπάζουσα τοὺς ἀκεραιοτέρους, ὁποία ἡ τοῦ οἰκονόμου τῆς ἀδικίας. Ἡ δὲ ἀληθὴς φρόνησις, διάγνωσίς ἐστι τῶν ποιητέων καὶ οὐ ποι ητέων· ᾗ ὁ κατακολουθῶν οὐδέποτε μὲν τῶν τῆς ἀρε τῆς ἐκστήσεται ἔργων, οὐδέποτε δὲ τῷ ὀλέθρῳ τῆς κακίας περιπαρήσεται. Ἐπειδὴ δὲ οὐκ αὐτάρκης ἕκαστος ἀφ' ἑαυτοῦ εὑρίσκειν τὸ δέον· διὰ τοῦτο, εὐεργετῶν ἡμᾶς ὁ Θεὸς, συμβούλους, ἀλλ' οὐχὶ ἐξουσιαστὰς δίδωσι. Βασιλέως μὲν γὰρ ἴδιον, ἐπιτάσσειν τοῖς ἀρχομένοις· συμβού λου δὲ, πείθειν ὑπὲρ τῶν συμφερόντων τοὺς βουλο μένους. Ὥστε καὶ ἡμῶν ἕκαστος, μὴ ὡς ἄρχοντα ἑαυτὸν, ἀλλ' ὡς σύμβουλον παρὰ Κυρίου δεδομένον τῷ λαῷ, λογιζέσθω Οὕτως ἦν καὶ ὁ Παῦλος σύμβου λος τῆς Καινῆς ∆ιαθήκης, λέγων· Γνώμην δὲ δίδω μι, ὡς ἠλεημένος παρὰ Κυρίου. Μεγάλη δὲ εὐερ γεσία, συμβούλου φρονίμου καὶ εὐνοϊκῶς ἔχοντος παρουσία, ἀναπληροῦντος τὸ τῆς συνέσεως ἐλλεῖπον τῶν βουλευομένων. Ὅσον δὲ τὸ ἀπὸ συμβουλῆς ὄφελος, δείκνυσι μάλιστα Μωϋσῆς, ὁ πάσῃ Αἰγυπτίων σοφίᾳ παιδευθεὶς, ὁ τῷ Θεῷ διαλεγόμενος, ὡς ἂν εἴ τις λαλήσει φίλος φίλῳ. Οὗτος ἔλαβε γνώμην παρὰ 32.1365 τοῦ πενθεροῦ αὐτοῦ Ἰωθὼρ, ὥστε καταστῆσαι χιλι άρχους, καὶ ἑκατοντάρχους, καὶ δεκάρχους, ἐπὶ τὸ κρίνειν τὸν λαόν. Καὶ ∆αβὶδ δὲ συμβούλῳ ἐχρήσατο τῷ Χουσὶ, δι' οὗ διεσκέδασε στρατηγικὴν γνώμην τοῦ Ἀχιτόφελ. Καὶ ὅλως, ἱερόν τι πρᾶγμα ἡ συμβουλὴ, γνώμης ἕνωσις, ἀγάπης καρπὸς, ταπεινοφροσύνης ἀπόδειξις. Ἀλαζονεία γὰρ δεινὴ, τὸ μηδενὸς οἴεσθαι χρῄζειν, ἀλλ' ἑαυτῷ προσέχειν ὡς μόνῳ τὰ κράτιστα συμβουλεύσασθαι δυναμένῳ. Ἡμεῖς δὲ ὀκνοῦμεν ἑαυτοὺς ἐπιδοῦναι τοῖς τὰ δέοντα εἰσηγουμένοις, καὶ αἰσχυνόμεθα τοὺς συνετωτέρους ἡμῶν κατὰ τὸν βίον ὁμολογεῖν. Ὁ δὲ τὸν σύμβουλον ἀναμένων, καὶ τοῖς ἰδίοις λογισμοῖς καιρὸν δίδωσιν, ἐν χρόνῳ πλείονι μετὰ βασάνου καὶ προσοχῆς ἀνιχνεῦσαι τὸ δέον. Πολὺ τοιγαροῦν τὸ ἀναγκαῖον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς ταῦτα, ἀλλὰ δεῖσθαι κοινω νῶν πλέον κατὰ τῶν συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς. Ὥστε ἀσυμβούλευτος ἄνθρωπος, πλοϊόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐνδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμ βάνομεν, ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ καὶ τοὺς θαυμαστοὺς ἐπιζητητέον ἡμῖν; Ὁ δὲ, παρούσης συμβουλῆς ἀγα θῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι' οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν. Οὕτως αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφου σιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων, ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Φυλάσσει γὰρ Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάν τας