1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

86

τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

{1ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ.}1

{1ΛΟΓΟΣ ΚΒʹ.}1 Τὸ τῆς ἐν τῷ προστάγματι διανοίας τοῦ ∆ημι ουργοῦ πολύχουν τοσοῦτόν

ἐστιν, ὅσαι καὶ αἱ τῶν δημιουργηθέντων διαφοραὶ καὶ κοινότητες. Οἷς πᾶσι δι' ἀκριβείας ἐπεξελθεῖν, ἴσον ἐστὶ καὶ κύματα πε λάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. Πῶς γὰρ ἄν τις δι' ἀκριβείας ἐπέλθοι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα; Πῶς μὲν οἱ πελαργοὶ οὕτω κατὰ τὸν ἕνα καιρὸν οἰκοδομοῦσι τοῖς τῇδε χωρίοις· οὕτω δὲ ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν, ὅπερ οὐδὲ πόῤῥω ἐστὶ συνέσεως λογικῆς. Πῶς δὲ δορυφοροῦσιν αὐτοὺς αἱ κορῶναι, καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν τινὰ παρεχόμεναι πρὸς ὄρνιθας πολε 32.1368 μίους. Σημεῖον δὲ, πρῶτον μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειθ' ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι, ἐναργῆ τοῦ συνασπισμοῦ καὶ τῆς ἐπιμαχίας τὰ σημεῖα κομί ζουσι. Τίς παρ' αὐταῖς τοὺς τῆς φιλοξενίας διώρισε νόμους; τίς αὐταῖς ἠπείλησε λειποστρατίου γραφὴν, ὡς μηδεμίαν ἀπολείπεσθαι τῆς προπομπῆς; Αἱ γέ ρανοι δὲ τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται. Καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ περιιοῦσαι, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχονται τὴν ἀσφάλειαν. Εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πλη ρουμένου, ἡ μὲν βοήσασα, πρὸς ὕπνον ἐτράπετο, ἡ δὲ τὴν διαδοχὴν ὑποδεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας μετέδωκεν ἐν τῷ μέρει. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐταξίαν φυλάττουσιν. Ἄλλοτε γὰρ ἄλλη τὴν ὁδηγίαν ἐκδέχεται, καὶ τακτόν τινα χρόνον προκαθ ηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθοῦσα, τῇ μεθ' ἑαυτὴν τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Οἱ δέ γε ἀπιστοῦντες περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλοιώσεως, μεμνημένοι τῆς κατὰ τοὺς σῆρας μετα βολῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν. Καὶ οἱ γελῶντες τὸ μυστήριον ἡμῶν, ὡς ἀδυνάτου ὄντος καὶ ἔξω τῆς φύσεως παρθένον τεκεῖν, τῆς παρ θενίας αὐτῇ φυλαττομένης ἀχράντου· ἐνθυμήθητε, ὅτι ὁ ἐν τούτῳ εὐδοκήσας Θεὸς, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο. Τούς τε γὰρ γῦπας ἀσυνδυάστως τίκτειν ἐποίησε, καὶ ταῦτα μακροβιωτάτους ὄντας, οἷς γε μέχρις ἑκατὸν ἐτῶν ὡς τὰ πολλὰ ἡ ζωὴ παρατείνε ται· καὶ ἐν πᾶσιν ἡμῖν τῶν οἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπομνήματα καταλέλοιπεν. Ἔστι δέ τις καὶ παρὰ τοῖς ἰχθύσι σοφὴ καὶ εὔ τακτος διακόσμησις, καὶ ἕκαστον γένος αὐτῶν οἶδε τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν· καὶ ὥσπερ πόλεσιν, ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρ χαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ' ἑνὶ συνθήματι πάν τες ἀπαίρουσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβοι, ἄλλοι ἀπ' ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερ θέντες, ἐπὶ τὴν βορείαν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα τοὺς ἰχθύας ἡνωμένους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσ ταγμα βασιλέως; ποῖα διαγράμματα κατ' ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; Οἱ ξεναγωγοῦν τες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πλη ροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. Ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφρονα παντελῶς καὶ ἄλογα· ἀλλὰ φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ 32.1369 τοῦ κτίσαντος