1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

87

ἀνθιστάμενος. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ' ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτοῖς, εἰ μὴ τὸν σκαρὸν μόνον ἱστοροῦσί τινες. Πάντα δὲ ὀξυτά ταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασσήσει ἡ τροφὴ διαῤῥέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος, Ἄκουε τοίνυν αὐτῶν μονονουχὶ φωνὴν ἀφιέντων δι' ὧν ποιοῦσιν, ὅτι Εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λό γον, ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐν ιδρυμένον, καὶ τὸ πρακτέον ἐπιδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης τὸ ὕδωρ ἐκεῖνο, διότι ἐπ' ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια. Ὅθεν καὶ ἐπὶ ποτα μοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥω θαλάσσης φέρεται. Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ θρέψαι τὰ ἔγγονα. Ἐπειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑπο στρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ τῶν σιωπώντων. Ἐπιπόλαιος, φασὶν, ἡ βορεία θά λασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. ∆ιὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι. Ἀλλὰ καὶ ψυχρὰ χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη. ∆ιὰ τοῦτο, ἐφ' ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσ ήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσή νεμον τῶν ἀρκτῴων, τοῖς ἐπ' ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρε τὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθύς· τί ἐροῦμεν ἡμεῖς οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγ γελίαις προτραπέντες, ἐν πνεύματι σοφισθέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ' ἑαυτοὺς διατι θέμενοι; εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖ σθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελπι στίας δι' ἡδονῆς βοσκημάτων τὴν ζωὴν ἀναλίσκομεν. Ἂν δὲ ἐπέλθωμεν τῷ λόγῳ, πόση τοῖς ἀλόγοις ζώοις ἐνυπάρχει ἀδίδακτος καὶ φυσικὴ τῆς ἑαυτῶν ζωῆς ἐπιμέλεια, οὐχὶ πρὸς τὴν ἡμῶν αὐτῶν φυ λακὴν, καὶ τῆς τῶν ψυχῶν σωτηρίας πρόνοιαν κινηθησόμεθα, ἢ ἐπιπλέον κατακριθησόμεθα, ὅταν εὑρεθῶμεν καὶ τῆς μιμήσεως τῶν ἀλόγων ἀπολειπόμενοι; Ἄρκτος πολλάκις βαθυτάταις κα τατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει πάσαις μηχαναῖς, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι 32.1372 τὰς ὠτειλὰς παραβύουσα. Ἴδοις ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰωμένην. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα, διὰ τῆς τοῦ ὀριγά νου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. Καὶ ὄφις, τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται, βοσκη θεὶς μαράθρῳ. Καὶ βόες μὲν κατακεκλεισμένοι χρο νίως ἐν ὥρᾳ χειμερινῇ, ἤδη ποτὲ τοῦ ἔαρος προσ ιόντος, τῇ φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμε νοι, ἐκ τῶν βουστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι, πάντες ὑφ' ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα. Πρόβατα δὲ, χειμῶνος προσιόντος, λάβρως τὴν τρο φὴν ἐπεμβάλλεται, ὥσπερ ἐπισιτιζόμενα πρὸς τὴν μέλλουσαν ἔνδειαν. Τί δὲ διὰ τούτων ἡμῖν ἐνδείκνυται τοῖς ἀνθρώποις; τὸ καὶ παρὰ τοῖς ἀλόγοις τινὰ εἶναι τοῦ μέλλοντος αἴσθησιν, ὥστε καὶ ἡμᾶς μὴ τῇ παρ ούσῃ ζωῇ προστετηκέναι, ἀλλ' ὑπὲρ τοῦ μέλλοντος αἰῶνος τὴν πᾶσαν ἔχειν σπουδήν. Πόθεν ἐν μυρίοις προβάτοις, ἀρνειὸς τῶν σηκῶν ἐξαλλόμενος, οἶδε μὲν τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς οἰκείας πηγὰς τοῦ γά λακτος; κἂν πενιχραῖς ταῖς μητρῴαις περιτύχῃ θη λαῖς, ἐκείναις ἀρκεῖται, παραδραμὼν οὔθατα βαρυνό μενα. Καὶ ἡ μήτηρ ἐν μυρίοις ἀρνάσιν ἐπιγινώσκει τὸ ἴδιον; Φωνὴ μία, χρόα ἡ αὐτὴ, ὀσμὴ παρὰ πάντων