1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

88

ὁμοία, ὅσον τῇ ἡμετέρᾳ ὀσφρήσει παρίσταται. Ἀλλ' ὅμως ἐστί τις αὐτοῖς αἴσθησις, τῆς ἡμετέρας κατα λήψεως ὀξυτέρα, καθ' ἣν ἑκάστῳ πάρεστιν ἡ τοῦ οἰκείου διάγνωσις. Οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα. Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. ∆ιότι ὁ δημιουργήσας αὐτὰ Θεὸς, τὴν τοῦ λόγου ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων πε ριουσίας παρεμυθήσατο. Καὶ μηδεὶς ἐγκαλείτω τῷ Ποιητῇ, ὅτι καὶ ἰο βόλα ζῶα φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν. Ἢ οὕτω δ' ἄν τις καὶ παιδαγωγῷ ἐγκαλοίη, εἰς τάξιν ἄγοντι τὴν εὐκολίαν τῆς νεότη τος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονί ζοντι. Πέποιθας ἐπὶ Κύριον; ἔχεις τὴν διὰ πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐχ ὁρᾷς, ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐναψαμένη ἡ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον, ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι' ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας Καὶ γὰρ πάντα ὅσα πάσχομεν σκυθρωπὰ, ἐκ τῆς θείας διαταγῆς ὑπομένομεν. Οὐκ ἐᾷ γὰρ ἡμᾶς ἐκδό τους ταῖς πονηραῖς κολαστικαῖς δυνάμεσιν, ἀλλ' αὐτὸς τὰ μέτρα ὁρίζει τῶν κολάσεων, στοχαζόμενος τῆς δυνάμεως τῶν θεραπευομένων. Καὶ πᾶν ὅπερ εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσει, τῆς πάντα ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν. Οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ τῷ Θεῷ· πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός· πᾶσι πάρ 32.1373 εστι, σκορπίζων ἑκάστῳ τὴν σωτηρίαν. Πολλάκις γοῦν καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία αὐτοῦ καὶ ἡ πρόνοια διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι' αὐτοῦ ἐκχεῖσθαι. Εὔ καιρον οὖν εἰπεῖν μετὰ τοῦ προφήτου· Ὡς ἐμεγα λύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας. Αὐτῷ πρέπει ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ μεγαλοπρέπεια, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΨΥΧΗΣ.}1

{1ΛΟΓΟΣ ΚΓʹ.}1 Τὸ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαί τινα, ὅπως ὡς κάλλιστα αὐτῷ σῶμα ἕξοι,

οὐ διαγινώσκοντός ἐστιν ἑαυτὸν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλ ματος· ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖ περιττοτέρας σοφίας, δι' ἧς ἕκαστος ἡμῶν ὅ τί ποτέ ἐστιν ἑαυτὸν ἐπιγνώσεται. Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον, ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατὸν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ θεῖα διδάγματα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. Εἰ γὰρ ἐπιλείπει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἐπιλείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνα τὸν, οὔτε ψυχῇ συνεστάναι μὴ γνωριζούσῃ τὸν κτί σαντα· Θεοῦ γὰρ ἄγνοια, θάνατός ἐστι ψυχῆς. Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου, τῆς πρὸς τὸ σῶμα κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους. Οἱ γὰρ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζοντες, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶντες, οὐδὲν δια φέρουσι τῶν περὶ μὲν τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι' αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων. Μήτε οὖν τοῖς σοῖς, μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μόνῳ πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, καὶ ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο