1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

89

τὰ περὶ ἡμᾶς. Ἡμεῖς μὲν γάρ ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ' ὃν κατ' εἰ κόνα τοῦ κτίσαντος γεγενήμεθα· ἡμέτερα δὲ, τὸ σῶμα, καὶ αἱ δι' αὐτοῦ αἰσθήσεις· περὶ ἡμᾶς δὲ, χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή. Μὴ οὖν τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε· ἀλλὰ τὴν ψυχὴν κατακόσμει, καὶ ταύτης ἐπιμελοῦ, ὥστε πάντα τὸν ἐκ τῆς πονη 32.1376 ρίας ἐπιγινόμενον αὐτῇ ῥύπον διὰ τῆς προσευχῆς ἀποκαθαίρεσθαι. Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκό νων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιω τικαῖς περιειλημμένην μερίμναις, καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι, δυνατὸν ὑποδέξασθαι τοῦ ἁγίου Πνεύματος τὰς ἐλ λάμψεις. Φύσει μὲν οὖν εἶναι καλὸν ἡγεῖσθαι χρὴ τὸ τῆς ψυχῆς ἀγαθόν. Ψυχῆς δὲ θησαύρισμα, σώ ματος ἔνδεια· τούτου γὰρ πλουτοῦντος, ἐκείνη πένε ται. Καὶ ὥσπερ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις· οὕτω καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Σώματος μὲν γὰρ εὐπα θοῦντος, καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνερ γείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης, καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον μέγεθος ὑψου μένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν κατα μαραίνεσθαι. Καὶ ὥσπερ οὐδεὶς ἡμᾶς λόγος διδάσκει τὴν νό σον μισεῖν, ἀλλ' αὐτόματον ἔχομεν τὴν πρὸς τὰ λυ ποῦντα διαβολήν· οὕτω καὶ ψυχῇ ἐστί τις ἀδίδακτος ἔκκλισις τοῦ κακοῦ. Κακὸν δὲ, πᾶν ἀῤῥώστημα ψυ χῆς· ἡ δὲ ἀρετὴ λόγον ὑγιείας ἐπέχει. Καλῶς γὰρ ὡρίσαντό τινες, ὑγίειαν εἶναι τὴν εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργειῶν. Ὃ καὶ ἐπὶ τῆς κατὰ ψυχὴν εὐεξίας εἰπών τις οὐχ ἁμαρτήσει τοῦ πρέποντος. Οὐδεὶς γὰρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον κατα πίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώ ματι· πόσον δὲ δεινότερον, ψυχὴν εἰς βάθος κακῶν ἐμπεσοῦσαν ἐναφεῖναι τῇ ἀπωλείᾳ; ∆εῖ τοιγαροῦν τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ ∆εσπότῃ δὲ τῶν ὅλων ὑποτε τάχθαι. Καθάπερ δὲ φυτοῦ οἰκεία μὲν ἀρετὴ τῷ καρπῷ βρύειν ὡραίῳ, φέρει δέ τινα κόσμον καὶ φύλλα τοῖς κλάδοις περισειόμενα· οὕτω δὴ καὶ ψυχῆς προ ηγούμενος μὲν καρπὸς ἡ ἀλήθεια, οὐκ ἄχαρί γε μὴν οὐδὲ τὴν θύραθεν σοφίαν περιβεβλῆσθαι, οἷόν τινα φύλλα σκέπην τέ τινα τῷ καρπῷ καὶ ὄψιν οὐκ ἄωρον παρεχόμενα. Καὶ γὰρ οὐδεὶς γραφεὺς χαρακτῆρα σώ ματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται, ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόῤῥητα. Αὐτῆς τοίνυν ἐπιμελώμεθα, ὅση δύναμις, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ νων. Ἀμήν. 32.1377

{1ΠΕΡΙ ΤΙΜΗΣ ΓΟΝΕΩΝ, ΚΑΙ ΓΗΡΩΣ, ΚΑΙ ΝΕΟΤΗΤΟΣ.}1

{1ΛΟΓΟΣ Κ∆ʹ.}1 Τὸ, Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προσ τάγματι ᾧ ἐνετείλω, δύναται μὲν

καὶ ἐπὶ τὸ μυστή ριον τῆς ἀναστάσεως ἀναφέρεσθαι, παρακαλοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν παν τὸς ἁμαρτήματος, καὶ τὰς προδιατεταγμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν Πραγμάτων λαμβάνεσθαι, παρακα λοῦντος τοῦ προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσ ταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μη τέρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. ∆ιὸ παρακαλεῖ, εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρ θωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεόν· ἀλλ' ἀναστῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν