1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

91

ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πολεμίων εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν οἱ πολῖται συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτουμένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλους ἀντεπῄεσαν. Καὶ ταῦτα ἔπασχον, διὰ τὸ ἀρθῆναι ἀπ' αὐτῶν προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ θαυμαστὸν σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους, καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι. Ἵν' οὖν μὴ καὶ ἡμῖν τὰ αὐτὰ ἐκείνοις συμβαίη, τὸ μὲν ἀλλήλοις ἀντεπιέναι φύγωμεν· τὴν δὲ ὁμόνοιαν 32.1381 καὶ τὴν εἰς ἀλλήλους τιμὴν καὶ εἰρήνην διώξωμεν, ὅπως μετὰ τοῦ ἀσφαλῶς βιῶσαι, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.