Additamentum ad catechesis illuminandorum sextae decimae 16.1 Ἀλλ' ὥσπερ θεοῦ λόγον ἀκούσαντες οὐκ ἀνυπόστατόν τι πρᾶγμα τὸν λόγον ᾠήθημεν οὔτε ἐκ μαθ

Additamentum ad catechesis illuminandorum sextae decimae 16.1 Ἀλλ' ὥσπερ θεοῦ λόγον ἀκούσαντες οὐκ ἀνυπόστατόν τι πρᾶγμα τὸν λόγον ᾠήθημεν οὔτε ἐκ μαθήσεως ἐγγινόμενον οὔτε μετὰ τὸ προενεχθῆναι διαλυόμενον, οὔτε ἄλλο τι πάσχοντα τοιοῦτον οἷα περὶ τὸν ἡμέτερον λόγον θεωρεῖται πάθη, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα προαιρετικόν τε καὶ παντοδύναμον, οὕτως καὶ 20πνεῦμα20 μεμαθηκότες θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἄσθματος ἐννοοῦμεν, (ἢ γὰρ ἂν καθαιροῖτο πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας δυνάμεως, εἰ καθ' ὁμοιότητα τοῦ ἡμετέρου καὶ τὸ ἐν αὐτῇ πνεῦμα ὑπονοοῖτο,) ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, οὔτε χωρισθῆναι τοῦ θεοῦ ἐν ᾧ ἔστιν ἢ λόγου τοῦ θεοῦ ᾧ παρομαρτεῖ δυναμένην, οὔτε εἰς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ' ὁμοιότητα τοῦ θεοῦ λόγου καθ' ὑπόστασιν οὖσαν, προαιρετικήν, αὐτοκίνητον, ἔνεργον, πάντοτε τὸ ἀγαθὸν προαιρουμένην καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν. 16.2 Ἔστι γὰρ πνεῦμα θεοῦ ἀγαθόν. φησὶν ὁ ∆αβίδ· καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. τοῦτο οὖν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ εἰς ὃ πιστεύομεν, τὸ πνεῦμα τὸ μακάριον, τὸ ἀΐδιον, τὸ ἄτρεπτον, τὸ ἀναλλοίωτον, τὸ ἀνέκφραστον, τὸ κυριεῦον καὶ βασιλεῦον πάσης τῆς γεννητικῆς οὐσίας, ὁρατῶν τε καὶ ἀοράτων φύσεων, τὸ δεσπόζον ἀγγέλων τε καὶ ἀρχαγγέλων, ἐξουσιῶν, ἀρχῶν, κυριοτήτων, θρόνων τὸ δημιουργὸν πάσης οὐσίας, τὸ σύνθρονον τῆς τοῦ πατρὸς καὶ υἱοῦ δόξης, τὸ βασιλεῦον ἀνάρχως καὶ ἀτελευτήτως ἅμα πατρὶ καὶ υἱῷ, παρόντων (λεγενδυμ παρουσῶν, ῃελ ποτιυς παριουσῶν, πραετερευντιβυς) τῶν γεννητῶν ὑποστάσεων, τὸ ἁγιάζον τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, τὸ καταβὰν ἐπὶ τὴν ἁγίαν καὶ μακαρίαν παρθένον Μαριάμ, ἐξ ἧς ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα, καὶ ἐπ' αὐτὸν τὸν κύριον σωματικῷ εἴδει περιστερᾶς ἐν Ἰορδάνῃ ποταμῷ, τὸ γενόμενον ἐπὶ τοὺς ἀποστόλους ἐν ἡμέρᾳ πεντηκοστῆς ἐν εἴδει πυρίνων γλωσσῶν, τὸ δοτικὸν καὶ παρεκτικὸν πάντων τῶν ἐν ἐκκλησίᾳ πνευματικῶν χαρισμάτων, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ ἐκ θεότητος πατρὸς καὶ υἱοῦ ὑπάρχον, τὸ ὁμοούσιον πατρὸς καὶ υἱοῦ ὑπάρχον, ἀχώριστόν τε καὶ ἀδιαίρετον.