Homilia in occursum domini

 τοῦ πνεύματος. αὐτὸς ὁ ποιμὴν καὶ αὐτὸς τὸ ἀρνίον. αὐτὸς ὁ θύτης καὶ αὐτὸς ὁ θυόμενος. αὐτὸς ὁ ἀναφερόμενος καὶ αὐτὸς ὁ τὴν θυσίαν δεχόμενος. αὐτὸς ὁ

 διακόσμησιν. οὗτός ἐστιν ὁ πάντα τὸν ὁρώμενον καὶ νοούμενον κόσμον ἐν σοφίᾳ συστησάμενος. οὗτος ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ μορφώσα

 φιλόχριστοι καὶ φιλόθεοι. τῇ τοῦ κυρίου καὶ δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυφῶντες,

διακόσμησιν. οὗτός ἐστιν ὁ πάντα τὸν ὁρώμενον καὶ νοούμενον κόσμον ἐν σοφίᾳ συστησάμενος. οὗτος ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ μορφώσας τὸν ἄνθρωπον. οὗτός ἐστιν ὁ κατ' εἰκόνα θεοῦ δημιουργήσας ἡμᾶς, καὶ νῦν αὐτὸς κατ' εἰκόνα τὴν ἡμετέραν γενόμενος ἄνθρωπος. Ἄνθρωπος, ἀλλὰ μὴν καὶ θεὸς ὁ αὐτός. ἄνθρωπος τὸ ὁρώμενον, ὅλως ὡς κἀγὼ αὐτὸς μετὰ τῶν ἐμῶν, ἵνα με καθα ρίσας σώσῃ, θεὸς τὸ νοούμενον, τέλειος ἐκ τελείου πατρὸς τὴν οὐσίαν ἔχων. ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων δεσποτικῇ νῦν τὴν ἐμὴν μορφὴν ἔλαβε τὴν δουλικήν, οὐ μειώσας τῆς θεότητος τὸ ἀξίωμα, ἀλλ' ἁγιάσας τῆς ἐμῆς φύσεως τὸ φύραμα. ἄνω ὅλος καὶ κάτω ὅλος ὁ αὐτὸς γνωριζόμενος, ἄνω γεννηθεὶς ἀχρόνως καὶ κάτω ἀσπόρως, τῶν ἄνω ποιητὴς ὡς θεὸς καὶ κάτω ποίημα ὡς ἄνθρωπος. 11 Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἄκουε, Ἰσραήλ. κύριος ὁ θεός σου οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν ἐν ἀγκάλαις βαστάζων μεγάλῃ κηρύττω τῇ φωνῇ τῷ λαῷ ἐν τῷ ναῷ διαμαρτυρόμενος. διὸ προσέχετε λαός μου τὸν λόγον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. τοῦτο τὸ παιδίον ἐστί, περὶ οὗ Ἰσαΐας προεκήρυξε λέγων, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ πατρός) ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ὦ Ἰσραήλ, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. εἰ οὖν θεὸς ἰσχυρὸς τοῦτο τὸ παιδίον, περὶ αὐτοῦ δῆλον ὅτι εἴρηκε ∆αβίδ· ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. περὶ τούτου παιδίου Ἱερεμίας βοᾷ· ὅτι ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 12 Τοῦτο τὸ παιδίον ἐστὶν ὁ πάλαι τῷ Ἰσραὴλ τὴν θάλασσαν διαῤῥήξας καὶ τὸν φαραὼ βυθίσας καὶ τὸν νόμον δοὺς τοῖς Ἰσραηλίταις καὶ τὸ μάννα ἐπομβρίσας καὶ στύλῳ πυρὸς τὸ γένος τῶν Ἑβραίων ὁδηγήσας καὶ πέτραν ῥήξας καὶ βάτον πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας. τοῦτο τὸ παιδίον τεσσαρακονταετῆ φονευτὴν Μωσέα τοῦ αἰγυπτιακοῦ λαοῦ πεποίηκε καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε καὶ τεσσαράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα ἡμέρας νηστεῦσαι ἐδυνάμωσεν, ὡς καὶ αὐτὸ τὸ παιδίον μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐνήστευσε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελήλυθε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ παρθένου γεννήσεως νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε. 13 Περὶ τούτου τοῦ παιδίου Ἀμβακοὺμ προεκήρυξε λέγων· ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ τοῦ νότου. ἐκ νότου γὰρ τῆς Ἱερουσαλήμ, ἐκ Βηθλεέμ, νῦν ἐν Σιὼν εἰσελήλυθε. διὰ τοῦτο τὸ παιδίον Μωυσῆς ὑμῖν διεμαρτύρετο λέγων ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, καὶ πᾶς ὁ μὴ ἀκούων αὐτοῦ ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ. Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης ∆αβὶδ ηὔχετο λέγων· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. καὶ πάλιν· ταχὺ προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου κύριε. καὶ πάλιν· κύριε κλῖνον τοὺς οὐρανούς σου καὶ κατάβηθι. καὶ ἄλλως· σὺ κύριε ὁ θεὸς τῶν δυνάμεων πρόσσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. διὸ γνῶτε ἔθνη καὶ ἡττᾶσθε. 14 Ἴδετε Ἰουδαῖοι καὶ πείσθητε ὅτι τοῦτο τὸ παιδίον ὑμνοῦσιν ἄγγελοι, τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι, τοῦτο τρέμουσιν ἐξουσίαι, τοῦτο δοξάζουσι δυνάμεις, τούτῳ δουλεύουσι τὰ χερουβίμ, τοῦτο θεολογεῖ τὰ σεραφίμ. τούτῳ δουλεύει ὁ ἥλιος, τούτῳ λειτουργεῖ σελήνη, τούτῳ ὑπακούει τὰ στοιχεῖα, τούτῳ ὑποτάσσονται αἱ πηγαί. τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι ᾅδου συνετρίβησαν, πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ ᾅδης ἰδὼν ἐτρόμαξε. τοῦτο τὸ παιδίον θάνατον κατήργησε, τὸν διάβολον ᾔσχυνε, τὴν κατάραν ἔλυσε, τὴν λύπην κατέπαυσε, τὸν ὄφιν συνέτριψε, τὸ μεσότοιχον διέκοψε, τὸ πονηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε, τὴν ἁμαρτίαν ἐπάτησε, τὴν πλάνην κατέλυσε, τὴν κτίσιν ἀνέστησε. τοῦτο τὸ παιδίον τὸν Ἀδὰμ διέσωσε, τὴν Εὔαν ἀνέπλασε, τὰ ἔθνη ἐκάλεσε, τὸν κόσμον ἐφώτισε. 15 ∆ιὸ δεῦτε καὶ ὑμεῖς