Homilia in paralyticum juxta piscinam jacentem

 λόγων αὐτῶν ἐπαγαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν. οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ' ἐξεδέχετο τὸν λόγον, ἵ

 πίστεως νεῦρον. ἴσχυσον πρῶτον κατὰ τοῦ φέροντός σε κραββάτου, καὶ ξυλίνῳ σκεύει τὰ πολυχρονίως σεβάσματα μαθὲ βαστάζειν. καὶ προσέταττεν τὸ ξύλινον φ

 ἤθελον. 14 Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. οἱ δὲ ἐγόγγυζον. γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ δι

 ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν π

πίστεως νεῦρον. ἴσχυσον πρῶτον κατὰ τοῦ φέροντός σε κραββάτου, καὶ ξυλίνῳ σκεύει τὰ πολυχρονίως σεβάσματα μαθὲ βαστάζειν. καὶ προσέταττεν τὸ ξύλινον φορεῖον βαστάζειν ἐκεῖνος ὁ σωτήρ, περὶ οὗ εἴρηται· φορεῖον ἑαυτῷ ἐποίησεν ὁ βασιλεὺς ἀπὸ ξύλων τοῦ Λιβάνου. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, ἀνάκλιτον αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον. τοῦ πάθους ἐστὶν τὰ σύμβολα ἐν τοῖς ᾄσμασιν ἀποκείμενα τοῖς νυμφικοῖς καὶ νηφαλίοις καὶ σωφρονικοῖς. μὴ γάρ, πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν ἐκλαβὼν τὰ ῥήματα καὶ ἀτενίσας μηδέν, ἐρωτικὰ νομίσῃς εἶναι καὶ ἐμπαθῆ τὰ ᾄσματα, ἀλλὰ νυμφικὰ τὰ ῥήματα σωφροσύνης πεπληρωμένα. Καὶ εἰ μὴ νοεῖς τὰ ᾄσματα, ἐλθὲ ἐπὶ τὰς παροιμίας, καὶ ὁδῷ καὶ βαθμίσιν ἀνάβηθι ἐπ' ἐκεῖνα. ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, (ὡς περὶ γυναικὸς ὁ λόγος,) καὶ ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους. καὶ πάλιν ἀλλαχοῦ λέγει· ἐράσθητι αὐτῆς καὶ τηρήσει σε. οὐ γυναικὸς ἔρως, ἀλλὰ σοφίας τῆς ἔρωτα ἐξοριζούσης. ὅπου γὰρ σοφίας κτῆσις, ἐκεῖ καὶ ἔρωτος ἐξορισμός. οὐ γὰρ κατὰ σοφίαν τὰ πάθη, ἀλλὰ σοφὰ τὰ νοήματα. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἄλογος ἡ ὁρμή. ἐὰν τοίνυν ἐν τοῖς ᾄσμασιν ἀκούσῃς ὡς περὶ νυμφίου καὶ νύμφης τὰ λεγόμενα, μὴ χαμαὶ πέσῃς, μηδὲ ἐμπαθῶς ἄκουε ταῦτα, ἐκ τῶν ἀπαθῶν τὰ πάθη μεταγύμναζε. 11 Τὰ τοίνυν θεῖα τῶν ᾀσμάτων μελέτα, σωφροσύνης πεπληρωμένα, τοῦ πάθους Χριστοῦ μηνυτικά. καὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος διηγούμενα καὶ τὸν τόπον λέγει· εἰσῆλθεν εἰς κῆπον, διὰ τὸν ἐκεῖ ταφέντα. καὶ τῶν ἀρωμάτων ἐμνημόνευσεν· ἔλαβεν μύρον μου πλῆρες· ἐπληρώθη γὰρ ἡ οἰκονομία. καὶ μετὰ τὴν ἀνάστασιν ἔλεγεν· ἔφαγον τὸν ἄρτον μου μετὰ μέλιτός μου. ἔδωκαν γὰρ αὐτῷ ἀπὸ μελισσίου κηρίον. καὶ τὰ περὶ τοῦ οἴνου τοῦ ἐσμυρνισμένου ἔλεγεν πάλιν τὰ ᾄσματα· ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ. καὶ τὰ περὶ τοῦ μύρου τοῦ ἐπιχυθέντος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀλλαχοῦ ἔλεγεν· ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. ἀνακειμένου γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ συνέτριψεν εἰσελθοῦσα γυνὴ ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτίμου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὕτω καὶ περὶ τοῦ σταυροῦ. φορεῖον. τὸ ξύλον τοῦ σταυροῦ, τὸ βαστάζον. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. ἡ ἀρχὴ τοῦ σταυροῦ ἀργύριον ἦν, ἡ προδοσία. ὥσπερ γὰρ οἶκος περικαλλὴς ἔχει χρύσεον ὄροφον ἄνωθεν ἐπικείμενον, τὸ δὲ πᾶν τῆς κατασκευῆς στύλοι μετεωρίζουσιν, οὕτω καὶ τοῦ σταυρωθῆναι Χριστὸν καὶ ἀναστῆναι ἀργύριον ἦν ἡ ἀρχή. εἰ μὴ γὰρ Ἰούδας προέδωκεν, οὐκ ἂν ἐσταυρώθη. διὰ τοῦτο, ὡς ὀνομαστοῦ πάθους τὴν ἀρχήν, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. 12 Ἐπίβασις αὐτοῦ πορφύρα. διὰ τοῦτο καὶ πορφύραν ἐνέδυσαν αὐτόν, παίζοντες μέν, προφητικῶς δὲ ἐργαζόμενοι· βασιλεὺς γὰρ ἦν. εἰ καὶ τὰ μάλιστα κατὰ χλεύην ἔπραττον, ἀλλ' ἔπραττον τέως· τὸ δὲ σύμβολον τῆς βασιλικῆς ἀξίας ἐγένετο. καὶ εἰ ἀκάνθινος στέφανος, ἀλλὰ στέφανος, καὶ ὑπὸ στρατιωτῶν δεδεμένος. βασιλεῖς γὰρ ὑπὸ στρατιωτῶν ἀναγορεύονται. ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον. ἴσασιν οἱ τῆς ἐκκλησίας σπουδαῖοι λιθόστρωτον, τὸν λεγόμενον γαββαθᾶν, ἐν τοῖς Πιλάτου ὄντα. 13 Ταῦτα δέ μοι λέλεκται ἐν παρεκβάσει τῇ ἐπὶ τοῦ κραββάτου ἐπὶ τὸ φορεῖον ἐληλυθότι. εἶπε τοίνυν πρὸς αὐτόν· ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. πολυχρόνιον μὲν τὸ νόσημα, ὀξυτάτη δὲ ἡ ἔμπλαστρος. πολυετὴς μὲν ἡ πάρεσις, ὀξυτάτη δὲ ἡ νεύρωσις. ὁ γὰρ νεύρων ποιητής, ὁ ποικίλας παρέχων τὰς ἰατρείας τυφλοῖς, ὁ διὰ πηλοῦ ἐπιχρίσεως παραδόξως τὴν ἔμπλαστρον χαρισάμενος. τῷ γὰρ ὁρῶντι πηλὸς εἰ ἐπιχυθείη, ἐμποδίζει τὸ βλέπειν· Ἰησοῦς δὲ διὰ πηλοῦ τοῖς μὴ βλέπουσιν τὸ βλέπειν ἐχαρίζετο. καὶ ἄλλοις πάλιν δι' ἄλλων ἡ δύναμις· ᾧ μὲν γὰρ τὸ ἔγειραι ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Ὅση νομίζεις ἔκπληξις ἔλαβεν τοὺς ὁρῶντας; ἀλλ' ἦν τὸ μὲν ὁρώμενον θαυμαστόν, ἡ δὲ ἀπιστία δεινή. καὶ νόσος μὲν πολυετὴς θεραπεύεται, ἀπιστία δὲ πολυχρόνιος οὐκ ἐθεραπεύθη. ἀλλ' ἐπέμενον οἱ Ἰουδαῖοι τοῖς παθήμασιν, τὸ δὲ θεραπεύεσθαι οὐκ