Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγκατείλεκται τοῖς τοῦ διαβόλου ἔργοις. Πλὴν τοῦτο ἴσθι ὅτι ὅσα λέγεις, μάλιστα κατ' ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἔγγραφά ἐστιν ἐν τοῖς ἀοράτοις τοῦ Θεοῦ γραφόμενα βιβλίοις. Ἐπειδὰν τοίνυν ἐναντίως τι διαπραττόμενος τούτοις ἁλῷς, ὡς παραβάτης κριθήσῃ. Ἀποτάσσῃ τοίνυν τοῖς ἔργοις τοῦ Σατανᾶ, πάσαις φημὶ πράξεσι καὶ ἐννοίαις παρὰ λόγον γινομέναις. 1.6 Εἶτα λέγεις· "Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ." Πομπὴ δὲ διαβόλου ἐστὶ θεατρομανίαι, καὶ ἱπποδρομίαι, καὶ κυνηγεσία, καὶ πᾶσα τοιαύτη ματαιότης, ᾗς εὐχόμενος ἐλευθερωθῆναι ὁ ἅγιος τῷ Θεῷ λέγει· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα. Μὴ περισπούδαστόν σοι ἔστω ἡ θεατρομανία, ἔνθα αἱ ἀσελγεῖς εἰσι τῶν μίμων ὄψεις, ὕβρεσι πεπραγμέναι καὶ πάσαις ἀσχημοσύναις, καὶ ἐκτεθηλυμένων ἀνδρῶν ἐμμανεῖς ὀρχήσεις· μήτε ἡ τῶν ἐν κυνηγίοις ἑαυτοὺς θηρίοις ἐκδιδόντων, ἵνα τὴν ἀθλίαν κολακεύσωσι γαστέρα· οἵ, ἵνα κοιλίας τροφαῖς θεραπεύσωσιν, αὐτοὶ γαστρὸς ἀτιθάσων ἀληθῶς τροφὴ γίνονται θηρίων· ἵνα δὲ δικαίως εἴπω, ὑπὲρ οἰκείου θεοῦ τῆς κοιλίας τὴν ἑαυτῶν ζωὴν κατὰ κρημνῶν μονομαχούντων. Φεῦγε καὶ τὰς ἱπποδρομίας, τὸ ἐμμανὲς θέαμα καὶ ψυχὰς ἐκτραχηλίζον· ταῦτα γὰρ πάντα πομπή ἐστι διαβόλου. 1.7 Ἀλλὰ καὶ τὰ ἐν εἰδωλίοις καὶ πανηγύρεσι κρεμνώμενα, ἔσθ' ὅτε κρέα, ἢ ἄρτοι, ἢ ἄλλα τοιαῦτα μιανθέντα τῇ τῶν παμμιάρων ἐπικλήσει δαιμόνων, ἐγκαταλεχθείη ἂν τῇ τοῦ διαβόλου πομπῇ. Ὥσπερ γὰρ ὁ ἄρτος καὶ ὁ οἶνος τῆς εὐχαριστίας, πρὸ τῆς ἁγίας ἐπικλήσεως τῆς προσκυνητῆς Τριάδος, ἄρτος ἦν καὶ οἶνος λιτός, ἐπικλήσεως δὲ γενομένης, ὁ μὲν ἄρτος γίνεται σῶμα Χριστοῦ, ὁ δὲ οἶνος αἷμα Χριστοῦ· τὸν αὐτὸν δὴ τρόπον, τὰ τοιαῦτα βρώματα τῆς πομπῆς τοῦ Σατανᾶ, τῇ ἰδίᾳ φύσει λιτὰ ὄντα, τῇ ἐπικλήσει τῶν δαιμόνων βέβηλα γίνεται. 1.8 Μετὰ ταῦτα λέγεις· "Καὶ τῇ λατρείᾳ σου." Λατρεία δέ ἐστι διαβόλου, ἡ ἐν εἰδωλίοις εὐχή· τὰ πρὸς τιμὴν γινόμενα τῶν ἀψύχων εἰδώλων· τὸ ἅπτειν λύχνους, ἢ θυμιᾶν παρὰ πηγὰς ἢ ποταμούς, ὥς τινες ἀπ' ὀνειράτων ἢ ἐκ δαιμόνων ἀπατηθέντες, ἐπὶ τοῦτο διέβησαν, οἰόμενοι καὶ σωματικῶν παθῶν τὴν ἴασιν εὑρίσκειν· μὴ τοιαῦτα μετέλθῃς. Οἰωνοσκοπία, μαντεία, κληδονισμοί, ἢ περιάμματα, ἢ ἐν πετάλοις ἐπιγραφαί, μαγείαις, ἢ ἄλλαις τισὶ κακοτεχνίαις, καὶ ὅσα τοιαῦτα, λατρεία ἐστὶ διαβόλου. Φεῦγε οὖν ταῦτα· εἰ γὰρ τούτοις ὑποπέσοις μετὰ τὴν ἀπόταξιν τοῦ Σατανᾶ καὶ τὴν πρὸς τὸν Χριστὸν σύνταξιν, πικροτέρου πειραθήσῃ τοῦ τυράννου, ἴσως ὡς οἰκείου περιέποντος πάλαι, καὶ τῆς πικρᾶς ἀνιέντος σε δουλείας, νῦν δὲ σφόδρα παρὰ σοῦ καταπικρανθέντος, καὶ τοῦ Χριστοῦ στερηθήσῃ, κἀκείνου πειραθήσῃ. Οὐκ ἤκουσας παλαιᾶς ἱστορίας τὰ περὶ τοῦ Λὼτ ἡμῖν καὶ τῶν τούτου θυγατέρων διηγουμένης; Οὐχὶ αὐτὸς μὲν σέσωσται μετὰ τῶν θυγατέρων, ἐπειδὴ τὸ ὄρος κατείληφεν, ἡ δὲ τούτου γυνὴ στήλη γέγονεν ἁλός, ἐστηλιτευμένη δι' αἰῶνος, ἔχουσα τῆς πονηρᾶς προαιρέσεως καὶ ὑποστροφῆς τὴν μνήμην; Πρόσεχε τοίνυν σεαυτῷ, καὶ μὴ στρέφου πάλιν, βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, εἰς τὴν ἁλμυρὰν τοῦ βίου τούτου πρᾶξιν· ἀλλὰ φεῦγε εἰς τὸ ὄρος πρὸς Ἰησοῦν Χριστόν, τὸν τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ τὴν οἰκουμένην πληρώσαντα. 1.9 Ὅτε οὖν τῷ Σατανᾷ ἀποτάττῃ, πᾶσαν τὴν πρὸς αὐτὸν πατῶν διαθήκην, λύεις τὰς παλαιὰς πρὸς τὸν ᾅδην συνθήκας, ἀνοίγεταί σοι ὁ παράδεισος τοῦ Θεοῦ, ὃν ἐφύτευσε κατὰ ἀνατολάς, ὅθεν διὰ τὴν παράβασιν ἐξόριστος γέγονεν ὁ ἡμέτερος προπάτωρ. Καὶ τούτου σύμβολον τὸ στραφῆναί σε ἀπὸ δυσμῶν πρὸς ἀνατολάς, τοῦ φωτὸς τὸ χωρίον. Τότε σοι ἐλέγετο εἰπεῖν· "Πιστεύω εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν καὶ εἰς τὸ ἅγιον Πνεῦμα καὶ εἰς ἓν βάπτισμα μετανοίας." Περὶ ὧν ἐν ταῖς προτέραις κατηχήσεσιν, ὡς ἡ τοῦ Θεοῦ χάρις ἔδωκεν, ἐν πλάτει σοι εἴρηται. 1.10 Τούτοις οὖν ἀσφαλιζόμενος τοῖς λόγοις, νῆφε. Ὁ γὰρ ἀντίδικος ἡμῶν διάβολος, καθὼς ἀρτίως ἀνέγνωσται, ὡς λέων περιπατεῖ, ζητῶν τινὰ καταπιεῖν. Ἀλλ' ἐν μὲν τοῖς πρὸ τούτου χρόνοις κατέπιεν ὁ θάνατος ἰσχύσας·