Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλὰ πανηγυρίζεις, ἐνδεδυμένος ἱμάτιον σωτηρίου, Ἰησοῦν Χριστόν. 1.11 Ταῦτα ἐν τῷ ἐξωτέρῳ ἐγίνετο οἴκῳ. Θεοῦ δὲ θέλοντος, ὅταν ἐν ταῖς ἑξῆς μυσταγωγίαις εἰς τὰ ἅγια τῶν ἁγίων εἰσέλθωμεν, ἐκεῖ εἰσόμεθα τῶν αὐτόθι ἐπιτελουμένων τὰ σύμβολα. Τῷ δὲ Θεῷ δόξα, κράτος, μεγαλωσύνη, σὺν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 2.τ ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Βʹ ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς· "Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;" ἕως τοῦ· "οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν". 2.1 Χρήσιμαι ὑμῖν αἱ καθ' ἡμέραν μυσταγωγίαι, καὶ διδασκαλίαι καινότεραι, καινοτέρων οὖσαι πραγμάτων ἀπαγγελτικαί, καὶ μάλιστα ὑμῖν, τοῖς ἀνακαινισθεῖσιν ἀπὸ παλαιότητος εἰς καινότητα. ∆ιὰ τοῦτο ἀναγκαίως ὑμῖν παραθήσομαι τὰ ἑξῆς τῆς χθεσινῆς μυσταγωγίας, ἵνα μάθητε τίνων ἦν σύμβολα τὰ ὑφ' ὑμῶν ἐν τῷ ἐσωτέρῳ γενόμενα οἴκῳ. 2.2 Εὐθύς γ'οὖν εἰσελθόντες, ἀπεδύεσθε τὸν χιτῶνα· καὶ τοῦτο ἦν εἰκὼν τοῦ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδύσασθαι σὺν ταῖς πράξεσιν. Ἀποδυθέντες γυμνοὶ ἦτε, μιμούμενοι καὶ ἐν τούτῳ τὸν ἐπὶ τοῦ σταυροῦ γυμνωθέντα Χριστόν, καὶ τῇ γυμνότητι ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ μετὰ παρρησίας ἐν τῷ ξύλῳ θριαμβεύσαντα. Ἐπειδὴ γὰρ τοῖς ἡμετέροις μέλεσιν ἐνεφώλευον αἱ ἀντικείμεναι δυνάμεις, οὐκ ἔτι φορεῖν ὑμῖν ἔξεστι τὸν παλαιὸν ἐκεῖνον χιτῶνα, οὐ τοῦτον πάντως λέγω τὸν αἰσθητόν, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον ἐν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης. Ὃν μὴ εἴη πάλιν ἐνδύσασθαι τῇ ἅπαξ τοῦτον ἀποδυσαμένῃ ψυχῇ, ἀλλὰ λέγειν κατὰ τὴν ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων τοῦ Χριστοῦ νύμφην· "Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν;" Ὢ θαυμασίου πράγματος· γυμνοὶ ἦτε ἐν ὄψεσι πάντων, καὶ οὐκ ᾐσχύνεσθε. Ἀληθῶς γὰρ μίμημα ἐφέρετε τοῦ πρωτοπλάστου Ἀδάμ, ὃς ἐν τῷ παραδείσῳ γυμνὸς ἦν καὶ οὐκ ᾐσχύνετο. 2.3 Εἶτα ἀποδυθέντες, ἐλαίῳ ἠλείφεσθε ἐπορκιστῷ ἀπ' ἄκρων κορυφῆς τριχῶν ἕως τῶν κατωτάτων, καὶ κοινωνοὶ ἐγίνεσθε τῆς καλλιελαίου Ἰησοῦ Χριστοῦ. Ἐκκοπέντες γὰρ ἐκ τῆς ἀγριελαίου, ἐνεκεντρίζεσθε εἰς τὴν καλλιέλαιον, καὶ κοινωνοὶ ἐγίνεσθε τῆς πιότητος τῆς ἀληθινῆς ἐλαίας. Τὸ οὖν ἐπορκιστὸν ἔλαιον σύμβολον ἦν τῆς κοινωνίας τῆς πιότητος τοῦ Χριστοῦ, φυγαδευτήριον τυγχάνον παντὸς ἴχνους ἀντικειμένης ἐνεργείας. Ὥσπερ γὰρ τὰ ἐμφυσήματα τῶν ἁγίων, καὶ ἡ τοῦ ὀνόματος τοῦ Θεοῦ ἐπίκλησις, ὥσπερ σφοδροτάτη φλόξ, καίει καὶ ἐκδιώκει δαίμονας, οὕτω τὸ ἐπορκιστὸν τοῦτο ἔλαιον ἐπικλήσει Θεοῦ καὶ εὐχῇ δύναμιν τηλικαύτην λαμβάνει ὡς οὐ μόνον καῖον τὰ ἴχνη τῶν ἁμαρτημάτων ἀποκαθαίρειν, ἀλλὰ καὶ τὰς ἀοράτους τοῦ πονηροῦ ἐκδιώκειν δυνάμεις. 2.4 Μετὰ ταῦτα ἐπὶ τὴν ἁγίαν τοῦ θείου βαπτίσματος ἐχειραγωγεῖσθε κολυμβήθραν, ὡς ὁ Χριστὸς ἀπὸ τοῦ σταυροῦ ἐπὶ τὸ προκείμενον μνῆμα. Καὶ ἠρωτᾶτο ἕκαστος εἰ πιστεύει εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ ὡμολογεῖτε τὴν σωτήριον ὁμολογίαν, καὶ κατεδύετε τρίτον εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνεδύετε, καὶ ἐνταῦθα διὰ συμβόλου τὴν τριήμερον τοῦ Χριστοῦ αἰνιττόμενοι ταφήν. Καθάπερ γὰρ ὁ Σωτὴρ ἡμῶν τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποίηκεν, οὕτω καὶ ὑμεῖς ἐν τῇ πρώτῃ ἀναδύσει τὴν πρώτην ἐμιμεῖσθε τοῦ Χριστοῦ ἐν τῇ γῇ ἡμέραν καὶ τῇ καταδύσει τὴν νύκτα· ὥσπερ γὰρ ὁ ἐν νυκτὶ οὐκέτι βλέπει, ὁ δὲ ἐν ἡμέρᾳ φωτὶ διάγει, οὕτως ἐν τῇ καταδύσει ὡς ἐν νυκτὶ οὐδὲν ἑωρᾶτε, ἐν δὲ τῇ ἀναδύσει πάλιν ὡς ἐν ἡμέρᾳ ἐτυγχάνετε ὄντες. Καὶ ἐν τῷ αὐτῷ ἀπεθνῄσκετε καὶ ἐγεννᾶσθε, καὶ τὸ σωτήριον ἐκεῖνο ὕδωρ καὶ τάφος ὑμῖν ἐγίνετο καὶ μήτηρ. Καὶ ὅπερ Σολομὼν ἐπὶ ἄλλων εἴρηκε, τοῦτο ἁρμόσαι ἂν ὑμῖν· ἐκεῖ μὲν γὰρ ἔλεγε· "Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν." Ἐφ' ὑμῖν δὲ τὸ ἀνάπαλιν· καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ γεννηθῆναι. Καὶ εἷς καιρὸς