Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀληθῶς ἐτάφημεν, οὐδ' ἀληθῶς σταυρωθέντες ἀνέστημεν, ἀλλ' ἐν εἰκόνι ἡ μίμησις, ἐν ἀληθείᾳ δὲ ἡ σωτηρία. Χριστὸς ὄντως ἐσταυρώθη καὶ ὄντως ἐτάφη καὶ ἀληθῶς ἀνέστη· καὶ πάντα ἡμῖν ταῦτα κεχάρισται, ἵνα μιμήσει τῶν παθῶν αὐτοῦ κοινωνήσαντες, ἀληθείᾳ τὴν σωτηρίαν κερδήσωμεν. Ὢ φιλανθρωπίας ὑπερβαλλούσης· Χριστὸς ἐδέξατο ἐπὶ τῶν ἀχράντων χειρῶν ἥλους καὶ ἤλγησε, κἀμοὶ ἀναλγητὶ καὶ ἀπονητὶ χαρίζεται διὰ τῆς κοινωνίας τὴν σωτηρίαν. 2.6 Μηδεὶς οὖν νομιζέτω τὸ βάπτισμα ἀφέσεως ἁμαρτιῶν μόνον, καὶ υἱοθεσίας χάριν τυγχάνειν, ὡς τὸ Ἰωάννου ἐτύγχανε βάπτισμα μόνης ἀφέσεως ἁμαρτημάτων παρεκτικόν· ἀλλ' ἀκριβῶς εἰδότων ἡμῶν, ὅτι ὡς ἔστιν ἁμαρτημάτων καθαρτήριον καὶ Πνεύματος ἁγίου δωρεᾶς πρόξενον, οὕτω καὶ τῶν τοῦ Χριστοῦ παθημάτων ἀντίτυπον. ∆ιὰ τοῦτο γὰρ καὶ Παῦλος ἀρτίως βοῶν ἔλεγεν· "Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος." Ἴσως γὰρ πρός τινας ταῦτα ἔλεγε διατεθέντας, ὡς ἀφέσεως ἁμαρτημάτων καὶ υἱοθεσίας προξενητικὸν τὸ βάπ τισμα, οὐκ ἔτι δὲ καὶ τῶν ἀληθινῶν τοῦ Χριστοῦ παθημάτων ἐν μιμήσει ἔχον τὴν κοινωνίαν. 2.7 Ἵνα οὖν μάθωμεν, ὅτι ὅσα ὁ Χριστὸς ὑπέμεινε, δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει ταῦτα πέπονθε, καὶ ἡμεῖς κοινωνοὶ αὐτοῦ τῶν παθημάτων γινόμεθα· μετὰ πάσης ἐβόα Παῦλος τῆς ἀκριβείας· "Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα." Καλῶς δὲ καὶ τὸ "σύμφυτοι". Ἐπειδὴ γὰρ ἐνταῦθα πεφύτευται ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ἡμεῖς κοινωνίᾳ τοῦ βαπτίσματος τοῦ θανάτου "σύμφυτοι" αὐτοῦ γεγόναμεν. Ἐπίστησον δὲ μετὰ πολλῆς προσοχῆς τὸν νοῦν τοῖς τοῦ ἀποστόλου λόγοις. Οὐκ εἶπεν, εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ θανάτῳ, ἀλλὰ, τῷ ὁμοιώματι τοῦ θανάτου. Ἀληθῶς γὰρ ἐπὶ Χριστοῦ θάνατος ἀληθής, ἐχωρίζετο γὰρ τοῦ σώματος ἡ ψυχή, καὶ ἀληθινὴ ταφή· ἐν σινδόνι γὰρ καθαρᾷ τὸ ἅγιον αὐτοῦ σῶμα εἰλεῖτο, καὶ πάντα ἀληθῶς ἐν αὐτῷ συνέβαινεν. Ἐπὶ δὲ ἡμῶν θανάτου μὲν καὶ παθημάτων ὁμοίωμα· σωτηρίας δὲ οὐχ ὁμοίωμα, ἀλλὰ ἀλήθεια. 2.8 Ταῦτα διδαχθέντες αὐτάρκως, κατέχετε διὰ τῆς μνήμης, παρακαλῶ, ἵνα κἀγὼ ὁ ἀνάξιος ἐπὶ ὑμῶν λέγω· "Ἀγαπῶ δὲ ὑμᾶς, ὅτι πάντοτέ μου μέμνησθε, καὶ τὰς παραδόσεις, ἃς παρέδωκα ὑμῖν, κατέχετε." ∆υνατὸς δέ ἐστιν ὁ Θεός, ὁ παραστήσας ὑμᾶς ὡς ἐκ νεκρῶν ζῶντας, δοῦναι ὑμῖν ἐν καινότητι ζωῆς περιπατεῖν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. 3.τ ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Γʹ ΠΕΡΙ ΧΡΙΣΜΑΤΟΣ· Καὶ ἀνάγνωσις ἐκ τῆς Ἰωάννου αʹ ἐπιστολῆς, ἀπὸ τοῦ· "Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οἴδατε πάντα", ἕως τοῦ· "καὶ μὴ αἰσχυνθῶμεν ἀπ' αὐτοῦ ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ". 3.1 Εἰς Χριστὸν βεβαπτισμένοι καὶ Χριστὸν ἐνδυσάμενοι σύμμορφοι γεγόνατε τοῦ Υἱοῦ τοῦ Θεοῦ. Προορίσας γὰρ ἡμᾶς ὁ Θεὸς εἰς υἱοθεσίαν, συμμόρφους ἐποίησε τοῦ σώματος τῆς δόξης τοῦ Χριστοῦ. Μέτοχοι οὖν τοῦ Χριστοῦ γενόμενοι, χριστοὶ εἰκότως καλεῖσθε, καὶ περὶ ὑμῶν ἔλεγεν ὁ Θεός· "Μὴ ἄπτεσθε τῶν χριστῶν μου." Χριστοὶ δὲ γεγόνατε, τοῦ ἁγίου Πνεύματος τὸ ἀντίτυπον δεξάμενοι, καὶ πάντα εἰκονικῶς ἐφ' ὑμῶν γεγένηται, ἐπειδὴ εἰκόνες ἐστὲ Χριστοῦ. Κἀκεῖνος μὲν ἐν Ἰορδάνῃ λουσάμενος ποταμῷ καὶ τῶν χρωτῶν τῆς θεότητος μεταδοὺς τοῖς ὕδασιν, ἀνέβαινεν ἐκ τούτων, καὶ Πνεύματος ἁγίου οὐσιώδης ἐπιφοίτησις αὐτῷ ἐγίνετο, τῷ ὁμοίῳ ἐπαναπαυομένου τοῦ ὁμοίου. Καὶ ὑμῖν ὁμοίως ἀναβεβηκόσιν ἀπὸ τῆς κολυμβήθρας τῶν ἱερῶν ναμάτων χρῖσμα, τὸ ἀντίτυπον ὃ ἐχρίσθη Χριστός. Τοῦτο δέ ἐστι τὸ ἅγιον Πνεῦμα, περὶ οὗ καὶ ὁ μακάριος Ἡσαΐας, ἐν τῇ κατ' αὐτὸν προφητείᾳ, ἐκ προσώπου τοῦ Κυρίου ἔλεγε· "Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με." 3.2 Ἐλαίῳ γὰρ ἢ μύρῳ σωματικῷ Χριστὸς ὑπ' ἀνθρώπου οὐκ