Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

ἄφεσιν ἁμαρτιῶν." 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· "∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου", τὸν πνευματικὸν ἄρτον. "∆εῦρο"· καλεῖ τὴν σωτήριον καὶ μακαριοποιὸν κλῆσιν· "καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου", τὸν πνευματικὸν οἶνον, "καὶ ἔλαιον ὑπὲρ κεφαλῆς σου ἐκχείσθω·" ὁρᾷς αὐτὸν καὶ τὸ μυστικὸν αἰνιττόμενον χρῖσμα; Καὶ "διαπαντὸς ἔστω σου τὰ ἱμάτια λευκά, ὅτι ηὐδόκησε Κύριος τὰ ποιήματά σου·" νῦν ηὐδόκησε Κύριος τὰ ποιήματά σου. Πρὶν γὰρ προσελθεῖν τῇ χάριτι, "ματαιότης ματαιοτήτων" ἦν τὰ ποιήματά σου. Νῦν δὲ ἀποδυσάμενος τὰ παλαιὰ ἱμάτια καὶ ἐνδυσάμενος τὰ πνευματικῶς λευκά, χρὴ λευχειμονεῖν διαπαντός. Οὐ πάντως τοῦτο λέγομεν, ὅτι σε δεῖ λευκὰ περιβεβλῆσθαι ἱμάτια ἀεί, ἀλλὰ τὰ ὄντως λευκὰ καὶ λαμπρὰ καὶ πνευματικὰ ἀναγκαῖόν ἐστι περιβεβλῆσθαι, ἵνα λέγῃς κατὰ τὸν μακάριον Ἡσαΐαν· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι." 4.9 Ταῦτα μαθὼν καὶ πληροφορηθείς, ὡς ὁ φαινόμενος ἄρτος οὐκ ἄρτος ἐστίν, εἰ καὶ τοιοῦτός ἐστι τῇ γεύσει, ἀλλὰ σῶμα Χριστοῦ, καὶ ὁ φαινόμενος οἶνος οὐκ οἶνός ἐστιν, εἰ καὶ ἡ γεῦσις τοῦτο βούλεται, ἀλλὰ αἷμα Χριστοῦ, καὶ ὅτι περὶ τούτου ἔλεγε ψάλλων πάλαι ὁ ∆αβίδ· "Καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ·" στηρίζου τὴν καρδίαν, μεταλαμβάνων αὐτοῦ ὡς πνευματικοῦ, καὶ ἱλαρύνου τὸ τῆς ψυχῆς πρόσωπον. Ὃ γένοιτό σε ἀνακεκαλυμμένον ἔχοντα ἐν καθαρᾷ συνειδήσει, τὴν δόξαν Κυρίου κατοπτριζόμενον, ἔρχεσθαι ἀπὸ δόξης εἰς δόξαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5.τ ΚΑΤΗΧΗΣΙΣ ΜΥΣΤΑΓΩΓΙΚΗ Εʹ Καὶ ἀνάγνωσις Πέτρου καθολικῆς ἐπιστολῆς· "∆ιὸ ἀποθέμενοι πᾶσαν κακίαν καὶ δόλον καὶ καταλαλιάν", καὶ τὰ ἑξῆς. 5.1 Τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ἐν ταῖς προλαβούσαις συνάξεσιν, ἀρκούντως ἀκηκόατε περί τε βαπτίσματος καὶ χρίσματος καὶ μεταλήψεως σώματος καὶ αἵματος Χριστοῦ. Νῦν δὲ ἐπὶ τὰ ἑξῆς μεταβαίνειν ἀναγκαῖον, σήμερον τὴν στεφάνην ἐπιθήσοντας τῇ πνευματικῇ ὑμῶν τῆς ὠφελείας οἰκοδομῇ. 5.2 Ἑωρᾶτε τοίνυν τὸν διάκονον τὸν νίψασθαι διδόντα τῷ ἱερεῖ, καὶ τοῖς κυκλοῦσι τὸ τοῦ Θεοῦ θυσιαστήριον πρεσ βυτέροις. Οὐ πάντως δὲ διὰ τοῦτο ἐδίδου διὰ τὸν σωματικὸν ῥύπον· οὐκ ἔστι τοῦτο. Οὐδὲ γὰρ ῥύπον σώματος ἔχοντες, τὴν ἀρχὴν εἰσῄειμεν εἰς τὴν ἐκκλησίαν. Ἀλλὰ σύμβολον τοῦ δεῖν ἡμᾶς πάντων καθαρεύειν τῶν ἁμαρτημάτων τε καὶ ἀνομημάτων, τὸ νίψασθαι. Ἐπειδὴ γὰρ χεῖρες σύμβολον πράξεως, νιπτόμεθα δὲ ταύτας, τὸ καθαρὸν δηλονότι καὶ ἄμωμον τῶν πράξεων αἰνιττόμενοι. Οὐκ ἤκουσας τοῦ μακαρίου ∆αβὶδ αὐτὸ τοῦτό σε μυσταγωγοῦντος καὶ λέγοντος· "Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε"; Οὐκοῦν τὸ νίψασθαι τὰς χεῖρας, τὸ ἀνυπεύθυνον εἶναι ἁμαρτημάτων ἐστίν. 5.3 Εἶτα βοᾷ ὁ διάκονος· "Ἀλλήλους ἀπολάβετε καὶ ἀλλήλους ἀσπαζώμεθα." Μὴ ὑπολάβῃς τὸ φίλημα ἐκεῖνο σύνηθες εἶναι τοῖς ἐπ' ἀγορᾶς γινομένοις ὑπὸ τῶν κοινῶν φίλων· οὐκ ἔστι τοῦτο τοιοῦτο, ἀλλὰ τὸ φίλημα τοῦτο ἀνακίρνησι τὰς ψυχὰς ἀλλήλαις, καὶ πᾶσαν ἀμνησικακίαν αὐταῖς μνηστεύεται. Σημεῖον τοίνυν ἐστὶ τὸ φίλημα τοῦ ἀνακραθῆναι τὰς ψυχὰς καὶ πᾶσαν ἐξορίζειν μνησικακίαν. ∆ιὰ τοῦτο ὁ χριστὸς ἔλεγεν· "Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιασ τήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου." Οὐκοῦν τὸ φίλημα διαλλαγή ἐστι, καὶ διὰ τοῦτο ἅγιον, ὥς που ὁ μακάριος Παῦλος ἐβόα λέγων· "Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ", καὶ Πέτρος· "Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης." 5.4 Μετὰ τοῦτο βοᾷ ὁ ἱερεύς· "Ἄνω τὰς καρδίας." Ἀληθῶς γὰρ κατ' ἐκείνην τὴν φρικωδεστάτην ὥραν δεῖ ἄνω ἔχειν τὴν καρδίαν πρὸς τὸν Θεόν, καὶ μὴ κάτω περὶ τὴν γῆν καὶ τὰ γήινα πράγματα. ∆υνάμει τοίνυν προστάττει ὁ