Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰκόνα, ἐν οἷς ἐστὶν ὁ Θεὸς ἐνοικῶν καὶ ἐμπεριπατῶν. 5.12 "Ἁγιασθήτω τὸ ὄνομά σου." Ἅγιόν ἐστι φύσει τὸ τοῦ Θεοῦ ὄνομα, κἂν λέγωμεν, κἂν μὴ λέγωμεν. Ἐπειδὴ δὲ ἐν τοῖς ἁμαρτάνουσιν ἔσθ' ὅτε βεβηλοῦται κατὰ τὸ "∆ι' ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν", εὐχόμεθα ἐν ἡμῖν ἁγιασθῆναι τὸ τοῦ Θεοῦ ὄνομα· οὐχ ὅτι ἐκ τοῦ μὴ εἶναι ἅγιον ἐπὶ τὸ εἶναι ἔρχεται, ἀλλ' ὅτι ἐν ἡμῖν ἅγιον γίνεται ἁγιαζομένοις καὶ ἄξια τοῦ ἁγιασμοῦ ποιοῦσιν. 5.13 "Ἐλθέτω ἡ βασιλεία σου." Καθαρᾶς ψυχῆς ἐστι τὸ σὺν παρρησίᾳ φάναι· "Ἐλθέτω ἡ βασιλεία σου". Ὁ γὰρ ἀκούσας Παύλου λέγοντος· "Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι", ἀλλὰ καθάρας ἑαυτὸν πράξει καὶ ἐννοίᾳ καὶ λόγῳ ἐρεῖ τῷ Θεῷ· "Ἐλθέτω ἡ βασιλεία σου." 5.14 "Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς." Οἱ θεῖοι καὶ μακάριοι τοῦ Θεοῦ ἄγγελοι τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσι, καθὼς ὁ ∆αβὶδ ψάλλων ἔλεγεν· "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ." ∆υνάμει τοίνυν εὐχόμενος τοῦτο λέγεις· Ὡς ἐν ἀγγέλοις γίνεταί σου τὸ θέλημα, οὕτω καὶ ἐπὶ τῆς γῆς ἐν ἐμοὶ γένηται, ∆έσποτα. 5.15 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον." Ὁ ἄρτος οὗτος ὁ κοινὸς οὐκ ἔστιν ἐπιούσιος· ὁ δὲ ἄρτος οὗτος ὁ ἅγιος ἐπιούσιός ἐστιν, ἀντὶ τοῦ ἐπὶ τὴν οὐσίαν τῆς ψυχῆς κατατασσόμενος. Οὗτος ὁ ἄρτος οὐκ εἰς κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, ἀλλ' εἰς πᾶσάν σου τὴν σύστασιν ἀναδίδοται εἰς ὠφέλειαν ψυχῆς τε καὶ σώματος. Τὸ δὲ σήμερον ἀντὶ τοῦ καθ' ἡμέραν λέγει, ὡς καὶ ὁ Παῦλος ἔλεγεν· "Ἄχρις οὗ τὸ σήμερον καλεῖται." 5.16 "Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν." Πολλὰ ἔχομεν ἁμαρτήματα· πταίομεν γὰρ καὶ ἐν λόγῳ καὶ ἐν διανοίᾳ, καὶ πλεῖστα καταγνώσεως ἄξια ποιοῦμεν. "Καὶ ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ψευδόμεθα", ὡς λέγει Ἰωάννης. Καὶ συνθήκας πρὸς τὸν Θεὸν τιθέμεθα, συγχωρῆσαι ἡμῖν παρακαλοῦντες τὰ ἁμαρτήματα, ὡς καὶ ἡμεῖς τοῖς πέλας τὰ ὀφειλήματα. Ἐννοοῦντες τοίνυν ἀνθ' οἵων οἷα λαμβάνομεν, μὴ ἀναμείνωμεν μηδὲ ὑπερτιθώμεθα συγχωρεῖν ἀλλήλοις. Τὰ πταίσματα τὰ γινόμενα εἰς ἡμᾶς μικρά ἐστι καὶ εὐτελῆ καὶ εὐδιάλυτα, τὰ δὲ εἰς Θεὸν ὑφ' ἡμῶν γινόμενα μεγάλα ἐστί, καὶ τῆς αὐτοῦ μόνης δεόμεθα φιλανθρωπίας. Πρόσεχε οὖν, μὴ διὰ τὰ μικρὰ καὶ εὐτελῆ εἰς σὲ ἁμαρτήματα ἀποκλείσῃς σεαυτῷ τῶν βαρυτάτων ἁμαρτημάτων τὴν παρὰ Θεοῦ συγχώρησιν. 5.17 "Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν", Κύριε. Ἆρα τοῦτο διδάσκει εὔχεσθαι ἡμᾶς, μηδόλως πειρασθῆναι, ὁ Κύριος; Καὶ πῶς εἴρηται ἀλλαχοῦ· Ἀνὴρ ἀπείραστος ἀδόκιμος, καὶ πάλιν· "Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις·"; Ἀλλὰ μήποτε τὸ εἰσελθεῖν ἐστιν εἰς πειρασμὸν τὸ καταβαπτισθῆναι ὑπὸ τοῦ πειρασμοῦ· ἔοικε γὰρ ὁ πειρασμὸς ὥσπερ χειμάρρῳ τινὶ δυσκόλῳ πρὸς διάβασιν. Οἱ μὲν οὖν ἐν πειρασμοῖς μὴ καταβαπτιζόμενοι διαβαίνουσιν, ἄριστοί τινες κολυμβηταὶ γινόμενοι καὶ μηδόλως ὑπ' αὐτοῦ κατασυρόμενοι. Οἱ δὲ μὴ τοιοῦτοι εἰσιόντες καταβαπτίζονται· οἷον, ὡς ἐπὶ παραδείγματος, Ἰούδας εἰσελθὼν εἰς τὸν τῆς φιλοχρηματίας πειρασμὸν οὐ διενήξατο, ἀλλὰ καταβαπτισθεὶς ὡς σωματικῶς καὶ πνευματικῶς ἀπεπνίγη. Πέτρος εἰσῆλθεν εἰς τὸν τῆς ἀρνήσεως πειρασμόν, ἀλλὰ εἰσελθὼν οὐ κατεβαπτίσθη, ἀλλὰ γενναίως διενήξατο καὶ ἐρρύσθη ἀπὸ τοῦ πειρασμοῦ. Ἄκουε πάλιν ἀλλαχοῦ ὁλοκλήρων ἁγίων χοροῦ εὐχαριστοῦντος ἐπὶ τῷ ἐξαιρεθῆναι τοῦ πειρασμοῦ· "Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν." Ὁρᾷς αὐτοὺς παρρησιαζομένους ἐπὶ τῷ διελθεῖν καὶ μὴ ἐμπαγῆναι; "Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν"· τὸ εἰς ἀναψυχὴν ἐλθεῖν ταὐτόν