1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

5

μετὰ ἀρχῆς, μηδὲν αἴρων τῶν ἐκ τοῦ βίου· μόνα τις ἀγαθὰ τὰ τῆς̣ ψυχῆς ἆραι δύναται. περὶ δὲ τῶν αἰσθητῶν καὶ ἀνθρωπίνων λέγεται· "μὴ φοβοῦ, ὅταν πλουτή σῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀ ποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα". ὧδε ἡ πρόφα̣σις ἡ λέγουσα "οὐ λήμ ψεται τὰ πάντα" οὐκ ἔστιν μερικὴ ἀπόφασις, ἀλλὰ καθόλου ἀντὶ τοῦ "οὐ δέν". ἐὰν δὲ θελήσῃς καὶ κυριο̣λεκτῆσαι καὶ στερητικὴν μερικὴν αὐτὴν λαβεῖν, τοῦτο λέγει, ὁ´̣τι ἔστιν, ἃ λαμβάνει τις· ἐὰν εὐεργητήσῃ χρήματα ἔχων, ἐὰν δόξαν ἔχων καὶ ἀξίωμα ὀρέξῃ ἀδυνάτοις πει̣ρ̣αθῇ βοηθεῖν, ἀπὸ τῶν σπουδασμάτων, αἴρει μεθ' ἑα̣υ̣του῀̣ τ̣α̣υ῀̣τ̣α̣, τὴν εὐποιίαν ····· ····· ····ε̣····· ο̣υ᾿̣δ̣ε´̣ν̣α̣ τ̣ο´̣τ̣ε̣ δ̣ε̣··ε···ι····· ····· ····· 158 οἷος ἐγεννήθη μέχ̣ρι θανάτου. εἰ οὖν "περισσείᾳ αὐτοῦ ε̣ι᾿̣ς ἄνεμον μο̣χθεῖ", οὐ μένει, ἃ συνάγε̣ι. καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πέν θει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ. δύναται περὶ τοῦ υἱοῦ ταῦτα λέγεσθαι ἢ καὶ περὶ ἀμφοτέρων. ἐπερ· "καὶ ἐγέννησεν τὸν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. καθ̣ὼς ἐξῆλθεν ἀπὸ γαστρο`̣ς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει". πολλοὶ κεκτημένοι τὰ τῆς "ψευδωνύμου γνώσεως" ἢ τῆς Ἑλληνικῆς φιλοσο φίας οὐκ ἔσχον τοὺς υἱοὺς τούτων ἐραστάς, ἀλλὰ οἱ υἱοὶ αὐτῶν συναπέρχονται αὐτοῖς, οὕτω μηδὲν κεκτημένοι. πολλοὶ γοῦν ἰδιῶται σοφῶν γεγόνασιν υἱοί. οὗτος οὖν ὁ υἱὸς ὡς ἦλθεν οὕτω ἀπέρχεται. ἄνευ παιδεύσεως τοιαύτης ἦλθεν, καὶ χωρὶς αὐτῆς ἀπέρχεται. δυνατὸν δὲ καὶ τοῦτο, ὅτι γεννᾷ τις αὐτὸν οὕ τω νομιζόμενος σοφός, γεννᾷ τινα κατὰ κακίαν, κατὰ ἀκολασίαν, τὰ ἄλλα ε̣ἴ δη τῆς κακίας, καὶ ἐξέρχεται γυμνὸς ἀφ' ὧν ὁ πατὴρ ἐσπούδασεν. ἐσπου´̣ δα̣σεν δὲ ὁ πατὴρ οὐ πάντως πε̣ρ̣ι`̣ τ̣ὰ ε̣ἰ´̣δη τῆς κακίας, ἀλλὰ περὶ τὴν δ̣ο´̣ξαν καὶ "ψευδώνυμον γνῶσιν". δοκεῖ δὲ ἐκεῖνός πως, κἂν αιρει τῇ ··ει··λ̣ε̣····· ··τα ὅπως ποτὲ ἐνταῦθα μ̣ε´̣ν̣ῃ ταῦτα. ἐπερ· τοῦ πατρός; οὐ ψεκτῶς κεκλημένον, α᾿̣λ̣λ̣α`̣ γ̣ο̣ῦν ἀντὶ τ̣οῦ ἐπαινετοῦ λ̣έγ̣ε̣ι̣ ····· ················· ·σπουδ̣α´̣σ̣ει·ε̣······· ····· ····· ····· ····· ···· 159 λέγω δέ, ὅτι ἡ σοφία μήτηρ ἐστὶν τοῦ σοφοῦ. "ἐδικαιώθη γὰρ ἡ σοφία̣ ἀπὸ τῶν τέκνων αὐτῆς". τέκνα δὲ σοφίας οἱ σοφοί. "καὶ ὁδηγήσει σε ἡ μήτηρ σου", ἡ σοφία. καὶ πάλιν αἱ ἕξεις καὶ αἱ χειρίσται καὶ αἱ κρείττους λέ γοντα̣ι μητέρες τῶν πεποιωμένων κατ' αὐτάς. οὕτω γοῦν καὶ "υἱὸς ἀπωλεί ας" τις λέγεται καὶ "υἱὸς ἐχιδνῶν" καὶ "θανάτου", καὶ "υἱὸς φωτὸς" καὶ ἄλλος "υἱὸς εἰρήνης". ἐνταῦθα μητέρα τὴν ψεκτὴν λαμβάνομεν, ἐπεὶ οὐκ ἔστιν πρόσωπον σπουδαῖον τὸ περὶ οὗ ὁ λόγος. κατὰ τὴν ἀναγωγὴν ψεκτὴν ἔχει μητέρα· καθ̣ὼς ἀπετέλεσεν οὖν ἡ μήτηρ αὐ τοῦ, ἡ κακία, οὕτως εἰσέρχεται οὐδὲν ὧδε̣ κε κεκτημένος ἐναντία οἷς πάρ εσχεν ὁ πατὴρ αὐτοῦ ὁ συναγαγῶν πλοῦτον μοχθηρὸν καὶ ἡ μήτηρ αὐτοῦ, ἡ τε κοῦσα αὐτὸν ἕξις. ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήμψεται ἐν μοχθῷ αὐτοῦ. τὸ τῆς ἱστορίας φανερόν· οὐδὲν λαμβάνει ὧν ἐμόχθησεν. ἀφίησιν αὐτὰ καὶ οὐκ οἶδεν ἐνίοτε, εἰ καὶ ἐπ̣' ἐχθροὺς αὐτοῦ ἔρχεται. "θησαυρίζει", φησίν, "καὶ οὐ γιγνώσκει, τίνι συνάγει αὐτά". τὸ δ̣ὲ τῆς ἀναγωγῆς ἐλέχθη ἤδη, ὅτι οὐδὲν ὧν πλουτεῖ ὁ κατὰ κακίαν πα τὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ ἀποφέρει. λοιπὸν δύναται καὶ ἐπαινετὴ μήτηρ λ̣η̣μφ̣θῆναι· ὧδε προσελήλυθεν τῇ θεοσεβείᾳ, ἱ´̣ν̣α κτήσηται ········· ····· ·π̣··κ̣·· μ̣η`̣ σ̣·····ς ἀπολα̣υ´̣ε̣ι̣ν̣ τ̣ο̣ ····· ·ον καὶ ·· 160ν καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένε το, οὕτω καὶ ἀπελεύσεται. -- οὕτω δεῖ λαμβάνειν· ἐὰν τὸ εἰσελθεῖν εἰς τόπον τοπικὴν εἴσοδον σημαίνει, καὶ τὸ ἐξελθεῖν. οὐ γὰρ λέγω, ὅτι ὁ εἰσελθὼν εἰς τὴν πόλιν ταύτην ἐξῆλθεν ἀπὸ κακίας, ἀλλὰ ἀπὸ ἄλλης χώρας ἢ πόλεως εἰσ̣ῆλθεν ὧδε. καὶ τίς ἡ περισσεία αὐτοῦ, ᾗ μοχθεῖ εἰς ἄνεμον. ὁ μόχθος αὐτοῦ εἰς ἄνεμον γίνεται, τουτέστιν διὰ φύσημον ἀνατρεπόμενός ἐστιν ὁ πλοῦτος αὐτοῦ· οὐ γινόμενος αὐτοῦ ἐνκρατής, οὐ κατέχων, ὥστε καὶ εἰς υἱὸν παραπέμψαι. καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πέν θει. σκότος ὧδε τὴν ἄγνοιαν λέγει καὶ τὴν ἀσάφειαν τῶν πραγμάτων. πενθεῖ δὲ ἀποτυγχάνων ὧν ποθεῖ, ἐξ ὧν νομίζει καὶ ἱλαρὰν ζωὴν ἔχειν. καὶ υ῾̣φίσταταί τινα. πένθος γὰρ ἐπὶ θανάτῳ ἐγείρεται. τρόπον τινὰ οὖν καὶ ζ̣ῶν̣