1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

9

παρὰ τοὺς ἀνθρώ πους, ὅτι ἐκ τῶν ἐναντίων καταδύεται, ἐξ ἀδοcίας καὶ πενίας. μεγάλη οὖν ἐστιν, ἐπε̣ι`̣ τῇ π̣ροαιρέσει λαμβάνεται. δοκεῖ δὲ λαμβάνειν τὸ οὐδ' εὐποιοῦν οὐδὲ κακοῦν· κάκωσιν δὲ ταύτην, ἣν δύναταί τις λαβεῖν, οὐ φέρει. 167 ἐὰν ἔχῃ λογισμὸν ὀρθόν, δ̣ο̣κεῖ παρὰ τὸ πάντων ἀνθρώπων γένος ἔχειν τι προὔ χον ὁ "ἀνήρ". οὐχ οὕτω ἐστὶν η῾̣ γυνὴ ὡς ὁ ἀνήρ, οὐχ οὕτως ὁ παῖς ὡς ὁ εἰς ἄνδρα ἐληλυθω´̣ς. εἰ τοίνυν "ἀνὴρ" ταῦτα καλῶς φέρει, πολλῷ πλέον οἱ ὑπο δεέστεροι τοῦ ἀνδρός. "ἔστιν", φησίν, "αὐτῷ πλοῦτος καὶ δόξα", καὶ οὐδὲν ἐκ τούτων πλέον ἔχει. ἐνῆν ἔχειν πλέον ἐξ αὐτῶν. ὁ σοφός, ἐὰν ἔχῃ "πλοῦτον", ἑτέρως χρᾶται τῷ πλούτῳ ἢ ὁ πολὺς ἄνθρωπος· ὁ "δόξαν" ἔχων, οὐ μέγα φρονεῖ ἐπὶ τῇ δόξῃ, ἀλλὰ καὶ συνεπικοσμεῖ αὐτη´̣ν. ἔσχεν ποτὲ δόξαν ὁ Ἰωσήφ, καὶ συνεπεκόσμησεν αὐτὴν ἡ ἰδία ἀρετή. καὶ οἱ ἄλλοι σοφο̣ι`̣ κ̣α̣θ' ἡμᾶς τοῦτ̣ο ἐποίησαν. ὁ μέντοι κεχηνὼς περὶ τὰ τείχη καὶ ἄλλως τῶν προσκαίρων κ̣ἀ`̣ν̣ καὶ ὀλίγα φροντ̣ίσας, ἐκεῖνος ἐν τούτοις ναυαγεῖ· καὶ ἐν τοῖς ναυαγίοις οὐδὲ πενι´̣αν καλῶς φέρει οὐδὲ πλοῦτον ο̣ὐδὲ δόξαν· ἐξ οὗ παρίσταται ταῦτα τῷ ι᾿̣δ̣ίῳ λόγῳ ὄντα ἀδια´̣φορα. εἰ γὰρ δύνα̣ταί τις αὐτοῖς εὖ χρη´̣σασθαι καὶ χειρόνως, τῷ ἰδίῳ λόγῳ οὔτε̣ ἀγαθὰ οὔτε κακά ε̣ἰσιν. δύνα̣νται μέν τοι̣ χρῆσιν ἔχειν ἀγαθὴν καὶ χρῆσιν ἐπίλημπτον, λημ̣π̣τὴν καὶ ψεγομένην. καὶ οὐ θαυμαστόν, εἰ ἡμεῖς τοῦτο λέγομεν. καὶ ὁ Αἰγύπτιος ἐκεῖν̣ο̣ς ὃν λέγουσιν, Τρισμέγιστος λέγει, ὅτι οὐ λύει τὴν εἱμαρμένην ὁ σο φός· ο̣υ᾿̣κ̣ ἐ´̣στιν ὑπ̣ο`̣ τ̣η`̣ν̣ α᾿̣ν̣άγκην, οὐδὲ ὑπὸ τὸν κόσμον ἔστιν, ἀλλὰ ἄνω γέγο̣νεν τοῦ οὐρανοῦ, ἄνω γέγ̣ον̣εν ἡ δι̣α´̣νοια τῶν φαινομένων. τοὺς ἀγελαίους οὖν ἀνθρώπους λέγουσιν ὑπ' αὐτὴν εἶναι. ὁ οὖν ὑπεραναβε βηκὼς τὸν ἀνθρώπινον βίον κα̣ὶ δυνάμενος εἰπεῖν· "σκοπῶ οὐ τὰ φαι νόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα" τῷ τὰ φαινόμενα πρόσκαιρα εἶναι, αἰώ νια δὲ τὰ μὴ φαινόμενα, οὐκ ἀρρωστεῖ ἐν αὐτοῖς, οὐδὲ πλοῦτος αὐτὸν ἐπαίρει ου᾿̣δὲ πενία καταδύει, οὐκ ἐξ ἀδοξίας δοκεῖ μέγα κακὸν κε κτῆσθαι. ἐκ δὲ τιμῆς καὶ εὐκλείας τῆς παρὰ τοῖς πολλοῖς οὐδε`̣ν̣ νομί ζει ἔχειν. ἐπερ· τὴν ἀναγωγήν; εἰσὶν πλουτοῦντες καὶ δοξαζομένοι ἐν τῇ "σοφίᾳ τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων τῶν καταργουμένων". οὗτοι οὐ δεόντως χρῶνται οὐδὲ τῇ δόξῃ οὐδὲ τῇ φρονήσει. καὶ διὰ τ̣οῦτο ἐν ἁμαρτίᾳ μεγάλῃ ἐξετάζονται.

ὁ γὰρ σοφός, κἂν λείπηταί τινος τούτ̣ων, μεγαλοψύχως φέρων, οὐκ 168 ἔστιν ὑπὸ πονηρίαν· ὅλως οὐ νοσεῖ καὶ ὑγιαίνων ἐστίν, κατὰ ἀρετὴν ὑγιαίνει. "πλοῦτον" καὶ "ὑπάρχοντα" οὕτω ἄκουε· ὡς ἐπὶ τὸ πλεῖστον "ὑπάρχοντα" λέγεται τὰ κινητ̣α´̣· τὰ καὶ κειμήλια καλοῦσιν. οὐ μόνον δὲ ταῦτα οὗτος κέ κτηται, ἀλλὰ καὶ "πλοῦτον" τὸν ἐν περιουσίᾳ, τὸν ἐν κτήμασιν, ἐν χωρί οις, ἐν οἰκίαις. πρὸς τῷ πλούτῳ οὖν και`̣ τοῖς ὑπάρχουσιν καὶ δόξα αὐτῷ δέ δοται. πρὸς δὲ διάνοιαν εἴρηται, ὅτι πολλάκις τις ἐν ψευδωνύμῳ γνώσει καὶ ἐπὶ δόξῃ δοξάζεται καὶ ἐπὶ τούτοις μεγαφρονῶν, ὅτι σοφός ἐστιν, ὅτι δοκεῖ συνετὸς εἶναι καὶ οὐκ "ἐξουσιάζεται ἐν τούτοις"· ἐνίοτε ὧν θέλει ἀπο τυγχ̣α´̣νει. καὶ δοκεῖ "οὐδὲν αὐτοῦ ὑστερεῖν τῇ ψυχῇ", νομίζει πάντα "πλοῦτον" ψυχικὸν κεκτῆσθαι, πᾶσαν "δόξαν", καὶ οὐκ ἔχει ἐξουσίαν τοῦ χρήσασθαι αὐτοῖς. λαβέ μοί τ̣ινα λαβόντα ἀρχὴν μεγάλην, περιπεσόντα δὲ κακώσει, ὥστε ἀ πρόϊτον ε̣ἶν̣αι· οὐ χρᾶται τῇ ἐξουσίᾳ τῆς ἀρχῆς. καὶ ἔγνωμεν γοῦν ἡμεῖς πολλάκις το̣ι̣ο̣υ´̣τους. πρὸς ἀναγωγὴν δὲ τοῦτο· ἔστιν εὑρεῖν ἄνθρωπον πλουτοῦντα, ὡς εἴρηται κατ' ἀλληγορίαν, καὶ οὐκ ἔχουσιν πλέον τι. οὐδεὶς αὐτοὺς ἀποδέχεται, οὐδεὶς ἐπαιν̣ε̣ι῀̣, ου᾿̣ φε´̣ρ̣ουσιν ὄνησιν. ἡμεῖς δὲ καὶ τοιούτους ἀνθρώπους ἔγν̣ωμεν πολλὰ ἐπιστ̣α̣μ̣ε´̣νους· θεωροῦντες ὡς δεῖ καὶ τίποτε, καὶ ὣς̣ α᾿̣η δεῖς εἰσιν. καὶ οὐκ̣ ἔστιν ὑστερῶν τῇ ψυ̣χῇ αὐτοῦ ἀπὸ πάντων, ὧν ἐπιθυμεῖ, καὶ οὐκ̣ ἐξουσιάσει αὐτῷ ὁ θεὸς φαγεῖν ἀπ' αὐτοῦ. ὧν ἐπιθυμεῖ οὐδὲν πρόσεστιν αὐτῷ. τοῦτο λέγει ὅτι ὁ θεὸς οὐ δέδω κεν αὐτῷ ἐξουσίαν, εἰ καὶ ὣς β̣ούλεται χ̣ρήσασθαι αὐτοῖς̣, ὅτι οὐ καλῶς̣ μετέρχεται τὴν ἐπιθυμίαν̣. ὧδε ὁ πλούσιος ὁ μετὰ Λαζάρου μνημονευόμενος εἶχε πάντα, κα̣̣ὶ "ὑπ άρχον̣τα καὶ πλοῦτον καὶ δόξαν". καὶ ἔλαβεν