1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

10

"ἐξουσιάσαι" αὐτῶν ἐνταῦ θα, μετὰ ταῦτα δ̣ε`̣ ἀφαίρεσις αὐτῶν γέγονεν̣ καὶ τῆς ἐπ' αὐτο̣ι῀̣ς̣ ἡδονῆς· καὶ ὁ ἀκούσας· "ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσιν τὴν ψυχήν σου ἀπό σου. ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" ἕτεροι δὲ ἔχοντες ταῦτα δαψιλῶς καὶ πλουσίως πάνυ οὐκ ἐπιτρέπονται αὐ τῶν πλησθῆναι· κωλύονται ἀπόλαυσιν αὐτῶν ἔχειν ἤτοι διὰ νόσου ἢ δι' ἄλ λην περίστασιν. ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· καί γε τοῦτο μα ταιότης καὶ ἀρρωστία ἐστίν. ταῦτα τὰ σπουδάσματα, τὸν "πλοῦτον", ὃν συνηγίοχεν, τὰ "ὑπάρχοντα" 169 φάγεται. κατὰ πολλοὺς δὲ τρόπους καὶ τοῦτο συμβαίνει· ἐνίοτε λῃσταῖς πε ριπίπτει καὶ αἴρεται αὐτοῦ ὁ πλοῦτος. πολλάκις ὁ ἐνκληθεὶς παρὰ βασιλεῖ ἀφαιρεῖται, καὶ εἰς ἄλλους ἔρχεται τὰ αὐτοῦ καὶ καταδυναστεύεται πα ρά τινος, καὶ ἕτερος ἀπολαύει ἐκείνων, εἰς ἃ ἔκαμεν αὐτός. κατ' ἀναγωγήν· πολλοὶ πολλάκις κέχρηνται οἷς ἄλλοι συνεγράψαντο λό γοις οὐκ ὄντες τῆς γν̣ω´̣μ̣ης καὶ τῆς δόξης αὐτῶν. πολλάκις γοῦν σοφοὶ εὑ ρίσκουσιν βιβλία, εἰς ἃ ἐπόνεσαν ἄλλοι, καὶ χρῶνται αὐτοῖς καὶ οἱ ἀ´̣λ̣ λ̣οι ἐντρέφονται αὐτοῖς καὶ δοξάζονται, ὅταν δύνωνται αυ᾿̣τ̣ὰ ἀνατρέψαι. "καί γε τοῦτο ματαιότης"· ματαιότης ἐστὶν τὸ μὴ κρατεῖν καὶ μὴ ἀπο λαῦσαι τῶν ἰδίων. ἐὰν γεννήσῃ ἀνὴρ ἑκατόν, καὶ ἔτη πολλὰ ζήσεται καὶ πλῆθος, ὅτι ἔσονται ἡμέραι αὐτοῦ. εἶπεν τὰ ἐκτὸς σπουδάσματα τοῖς ἀνθρώποις, "πλοῦτον, ὑπάρ̣χο̣ντα, δό ξαν". εἶτα λέγει καὶ περὶ τὸ τεκνοῦν· αὐτὸ γίνεται ἀρρωστία μεγάλη. κ̣α̣ι`̣ ὑπερβολῇ κέχρηται· "ἐὰν ἑκατόν τις γεννήσῃ". μὴ ὅλως ἑκατόν τις γεννᾷ. δῶμεν δέ, ὅτι τις ἑκατὸν δύναται γεννῆσαι ἐκ διαφόρων γυ ναικῶν· οὐδ̣ὲ τοῦτο πλέον τι αὐτῷ παρέχει. οἱ βασιλεῖς γοῦν πολλῶν παί δων γίνονται πατέρες, καὶ ὄνησιν οὐ προ̣οίσει τοῦτο. μὴ γὰρ ε᾿̣α`̣ν ἓν παιδίον ἔχῃ, πάντως ἀποτυγχάνετα̣ι· π̣λ̣έο̣ν̣ δ̣ε`̣ ο̣ὐκ̣ ἔχει αὐτοῦ, καὶ ἐὰν χίλιά τις ἐ´̣χ̣ῃ· μὴ γὰρ πα´̣ν̣τ̣ω̣ς σώζονται ἐν τοῖς πολέμοις. καὶ ἔτη πολλὰ ζήσεται. καταλλήλως εἶπεν τὰ τοιαῦτα, "πλοῦτον, ὑπάρχοντα, δόξαν" καὶ τὰ ἄλλα. καὶ λέγει τὰ σωματικὰ ἀγαθά. κἂν μὴ ἐν λ̣ύπαις τις γένηται καὶ ἔτη πολλὰ ζήσῃ, ἐπειδὴ ἡ ζωὴ αὐτοῦ πολὺν χρόνον ἔμεινεν, ματαία ἐστιν μέχρι τοῦ πάροντος βίο̣υ̣ ἔχουσα τὴν ἐπαγγελίαν. διὰ τοῦτο μα ταίως σπουδάζει. ἐπερ· τὴν ἀναγωγήν; ἐάν τις διὰ παιδεύσεως πολλοὺς τέκῃ καὶ δόξῃ πολυχρόνιος εἶναι ἐν ᾗ σπουδάζει ἔχειν ζωῇ, οὐ γίνεται ἀμετάπτωτος. δύναται ἀφαιρε θῆναι τῶν τέκνων· οἷον Ἄρειος οὗτος ὁ καθ' ἡμᾶς ἐγέννα πολλοὺς κα τὰ διδασκαλίαν καὶ μίμησιν βίου. σχε̣δο`̣ν γ̣οῦν πάντες ὑπ' αὐτὸν ἦσαν, καὶ ἐτράπη, καὶ πάντες αὐτὸν κατέλει̣ψαν, καὶ οὐκ ἔσχεν ἄλλους ἀν θρώπους οὕτω μισοῦντας ὡς τοὺς γεννηθέντας ὑπ' αὐτοῦ. πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ. 170 τοῦτο λέγει· "ἔζησεν ἐτῶν χιλίων καθόδους". πλῆθος ἡμερῶν αὐτῷν γεγένηται. τὸ πολυήμερον δὲ οὐδὲν αὐτὸν ω᾿̣φ̣ελήσει, ἐπεὶ οὕτως αὐτὸ λαμβάνει κατὰ τὸν χρόνον τοῦτον τὸν ὑπ̣ὸ ἡλίου μετρούμενον. ἄλλος δὲ "μακροχρόνιος γίνεται ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς", καὶ ὠφελεῖ τοῦτον τὸ πλῆθος τῶν ἡμερῶν. ἀμέλει γοῦν ἐπαγγελίας τρόπῳ λέγεται· "μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν". εἰ "κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι" κα̣ὶ ἀποκλαίεται ὁ παραμείνας ἐν τῷ σώματι χρόνον πολὺν ὥστε λέγειν· "οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύν θη", πῶς εὐλογίας τρόπῳ δέδοται τὸ μακροήμερον καὶ τὸ πλῆθος τῶν ἡμερῶν; τοῦτο οὖν λέγει· ὁπόσα ἐὰν ζήσῃ ἄνθρωπος ἔτη ἐν τῇ ζωῇ ταύτῃ, περιγράφε ταί ποτε· καὶ οὐδὲν αὐτὸν ὠφελήσει τὸ πλῆθος τῶν ἡμερῶν. ἐνίοτε γὰρ ἐν τῷ πλήθει τῶν ἡμερῶν α̣υ᾿̣τοῦ καὶ πλείονα ἁμαρτήματα αὐτοῦ εὑρίσκεται καὶ τὰ ὑψ̣ω´̣ματα π̣ολλά. ὁ δὲ ἐκείνα̣ς τὰς ἡμέρας ἔχων πληθυνομένας τὰς ἀνα τολαῖς̣ ἡλίου τ̣ῆς δικαιοσύνης κατασκευαζομένας, ὡς προεῖπον ὀλίγῳ πρό τερον, ὑπερβὰς τὸ εἶναι ὑπὸ τὸν αἰσθητὸν ἥλιον ἔχει ἀπόλαυσιν τω῀̣ν̣ ἄνω. ὅσ̣ον προσε̣λήλυθέν τις τῇ ἀρετῇ, ἐφωτίσθη ὑπ' αὐτῆς. καὶ αἱ ἡμέραι π̣ολ̣λ̣α̣ι`̣ γι̣´̣ν̣οντ̣α̣ι̣, ὅσον διακατέχει τὴν α᾿̣ρετήν. ἐὰν τούτ̣ου α᾿̣ποστῇ τοῦ βίου, ἀπὸ ταυ´̣της π̣λ̣η῀̣θ̣ο̣ς̣ η῾̣μ̣ε̣ρῶν ἔχει. ἡμέρας οὖν λέγο̣μεν ὧδε τὰς υ῾̣πὸ ἡλίου τῆς δικαιοσύνης φωτιζομένας. καὶ ὥσ̣π̣ερ ἐπὶ τῶν αἰσθητῶν ἡμε̣ρ̣ῶν πλῆθος λέγεται τῆς