1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

17

τεθνηκότα ἐκπεσόντα ἀπὸ τῆς μακαρίας καὶ αἰωνίου ζωῆς. κατὰ πολλοὺς οὖν τρόπους δύναται̣ ἑα̣υτόν τις ἐν ἁμαρτίαις γενόμε νος πενθεῖν, ἐὰν αἰσθηθῇ. καὶ μακαρίζεται ὁ ἑαυτὸν πενθῶν ἄξια πένθους πεποιηκὼς καὶ ἐκπεσὼν τῆς μακαρίας ζωῆς, ἵνα παρακληθῇ. πενθεῖ δὲ καὶ ἄλλους, ὅταν φιλ̣όπαις ᾖν. οὕτω γοῦν ὁ Παῦλος ἔλεγεν· "μὴ εἰσελθὼν πενθήσω πολλούς". "πολλοὺς" λέγει τοὺς "μ̣ὴ μετανοήσαντας". οὗτος ὁ πενθῶν οὐχ ἑαυτὸν πενθεῖ, ἀλλὰ τοὺς νεκρωθέντας ἄλλους ἤτοι γενα μένους αὐτοῦ τέκνα διὰ παίδευσιν ἠ`̣ ὅπως ποτέ. ὁ οἶκος δὲ κατάστασίν τινα σημαίνει καὶ ἀγωγήν, οὐ τόπο̣ν. ἔγνω τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγα θὸν πρὸς καρδίαν αὐτοῦ. ὁ πορευόμενος εἰς "οἶκον πένθους" οἶδεν ὅτι "τέλος παντὸς ἀνθρώ που" ἐστὶν τὸ τεθνάναι. καὶ εἰ οἶδεν ὅτι τεθνήξεται, οὐ μέγα φρονήσει οὐδὲ ἡγήσεται περισπούδαστόν τι ἔχειν, ἐὰν τὰ τοιαῦτα ἔχῃ, ἃ ἀποβαλεῖν δύναται τεθνηκώς-πλοῦτον, δόξαν, ἀξίωμα-κατὰ τὸ "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα". καὶ ὁ ζῶν δώσει ἀγαθὸν πρὸς καρδίαν αὐτοῦ. 199 ζῶντός ἐστιν τὸ θηρεύειν τὸ αὑτῷ δοκούμενον ἀγαθόν. τοῦτο δέ ἐστιν τὸ ἡδύ. ὁ γὰρ τεθνηκὼς καὶ ἄξια τοῦ πενθῆσαι ὑφιστάμενος οὐ "δίδωσιν ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ". ἀλλ' ἐὰν καλὸς καὶ ἀγαθὸς ἀποσπασθῇ τοῦ βί ου, τὸ ἀληθῶς "ἀγαθὸν" εὑρίσκει "εἰσερχόμενος εἰς τὴν χαρὰν τοῦ κυ ρίου" ἑαυτοῦ. ἐὰν δὲ φαῦλος, κἀκεῖ "κλαυθμὸν" ὑφίσ̣τ̣α̣τ̣α̣ι̣. "ἐκ̣εῖ γάρ ἐστιν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων". δυνατὸν δὲ καὶ τὸν̣ ζῶντα εἰπεῖν· "ὁ ζῶν κατὰ θεόν". οἷοι ἦσαν οἱ ἀμφὶ τὸν Ἀβραάμ, περὶ ὧν εἴρηται· "ὁ θεὸς οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων". ὁ ἀληθῶς ζῶν, ὁ τὴν μακαρίαν ζωὴν ἔχων, τῇ ψυχῇ ἑαυτοῦ εὑρίσκει ἀγαθόν. ἐπερ· ἡ ἀναγωγή· "ἔγνω τοῦτ̣ο τέλος παντὸς ἀνθρώπου". ὁ φαῦλος κατὰ ἕτερον σημαινόμενον λέγετ̣αι ἄνθρωπος, ὡς εἴρηται· "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε", καί· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε;". ὁ ἀποβαλὼν ταύτην τὴν ζωήν, καθ' ἣν ψ̣ε̣κ̣τὸς ἄνθρωπός ἐστιν, πενθεῖται μακαρίως. ὁ δὲ ζῶν τῷ περιέπειν τὴν τοιαύτην ἀγωγὴν καὶ ζωὴν τὸ ἡδὺ ἑαυτῷ θηρᾶται, ου᾿̣ ζητεῖ τὴν μετὰ ταῦτα σωτηρίαν, τὴν σὺν πολλῷ πόνῳ κατορθουμένην. "διὰ γὰρ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα̣νῶν", καί· "ἐν παντὶ θλι βόμενοι" οὗτοι οὐδὲν ἡδὺ ἔχουσιν. ὁ πενθήσας οὖν "ἔγνω τὸ τέλος παντὸς ἀνθρώπου". οὕτω γοῦν πενθεῖ ὡς περιγραφέντος αὐτοῦ τοῦ ζῆν τοῦ δημοσιευομένου. οὐχ ἁπλῶς οὖν τὸ ἀγαθὸν δώσει ὁ ζῶν, ἀλλὰ πρὸς τὴν "ἑαυτοῦ καρδίαν" φιλήδονον οὖσαν. ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ ἀνθρώπου ἀγα θυνθήσεται. καὶ ἐκ τῶν μετὰ χεῖρας ἔστιν ἰδεῖν τοῦτο· ἐάν τις ὑπηκόους ἔχῃ, οἷον τέκνα ἢ δούλους, ὅταν οὕτως ὀργίζηται καὶ θυμῶται αὐτοῖς ὥσ̣τε αὐτῶν τὴν κακίαν κωλῦσαι, ὁ "θυμὸς" οὗτος "ἀγαθός" ἐστιν, οὐχ ὁ καθάπαξ θυμός, ἀλλ' ὁ πατρὸς πρὸς τέκνον, ὁ κηδεμόνος πρὸς τοὺς ἐπι κουρουμένους. "ὅτι ἐν κακίᾳ ἀνθρώπου ἀγαθυνθήσεται" ὁ ζητῶν γέλωτα, ὁ ἐκεῖ γινό 200 μενος ὅπου οἱ γελοιασταί· ὁ δὲ "θυ̣μὸν" ἔχων κατὰ τῶν τοιαῦτα ποιούν των καὶ ἑαυτῷ θυμωθήσεται, ὅτα̣ν ἔλθ̣ῃ αὐτῷ λογισμὸς ἢ πρᾶγμα τοιοῦτο, ὡς ἔλεγον ἀρτίως, ὅτι θυμοῦται καθ' ἑαυτου῀̣ ἀνατ̣ιθηνῶν τὸν θυμὸν διὰ κακίαν ἀνθρώπου. ἐπερ· ὡς πρὸς τὴν ἀναγωγήν; ἀναγ̣νόντες τὰς θείας γραφὰς καὶ γνόντες ὡς ὁ θεὸς ἀγανακτεῖ κατὰ τῶν ἁμ̣αρτωλῶν καὶ ὅτι "θυμὸν ἐγείρει", ὃν παραιτούμενος ὁ ἅγιος ἔλεγεν· "μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με"- οὗτος ὁ θυμὸς οὐκ ἔστιν ἀγ̣αθ̣ότερος τοῦ σὺν ἀρετῇ διάγειν· ἀλλ' ὡς ἄξι ός ἐστιν τοῦ κολασθῆναι, αἱρετώτερόν ἐστιν αὐτὸν διὰ θυμοῦ ἐλεγχθῆναι καὶ ἢ αὐτῇ τῇ κολάσει παιδευθ̣ῆναι. θυμοῦται γὰρ ὁ δυνάμενος κολάσαι πρὸ τοῦ κολάσαι.

οὐκοῦν ἀκούομεν ἐν τῇ γραφῇ, ὅτι κατὰ τῶν ἁμαρτωλῶν ἀπειλὴ ἀπόκειτ̣αι; εἰ θυμ̣ός ἐστιν ὁ ἀπαγγελλόμενος, ἀπειλή τίς ἐστιν· ἐν τῇ ἀπειλῇ δὲ ὁ θυμός, οὐκ ἐν