1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

18

τῷ πληρωθῆναι τὴν ἀπειλήν. ἐπερ· ἐν τῇ κολάσει οὐκ ἔστι̣ν̣ μείζων ὁ θυμός; ἀλλ' οὐ τοῦτον ἀγαθὸν λέγει, ἐάν τις αὐτοῦ π̣ειραθῇ, ἀλλ' ἐὰν κω λύσῃ ὁ θυμὸς αὐξῆσαι τὰ ἁμαρτήματα, ἵν' ἐπακολουθήσῃ κόλασις. ἐπερ· τὸ "ἀγαθὸν" οὖν "θυμὸς ὑπὲρ γέλωτα". ὑπὲρ τὸ ἥδεσθαι ἐπὶ κακοῖς. "ὅτι ἐν κακίᾳ ἀνθρώπο̣υ ἀγαθυνθήσεται". ὁ γέλως ἐν κακίᾳ ἀνθρώπου ἀγαθ̣ύνεται· καὶ ἑαυτῷ κακίαν φέρει ὁ γελω τοποιὸς καὶ ἄλλοις. ἀγαθ̣υ´̣νεται οὖν ἐν κακίᾳ ἀνθρώπου ὁ ἡδονὰς θηρεύ ων, ὁ τὴν ὑδαρότητα προκρίνων τοῦ αὐστηροῦ βίου. τούτου τοῦ γέλωτος τὸ πρόσωπον ἐν κακίᾳ δοκεῖ ἱλαρύνεσθαι. ἐὰν δὲ περὶ τοῦ θυμουμένου λέγωμεν τοῦτο, ὅτι κακία ἐστὶν ἡ ἐνφαι νομένη ἐν τῇ ἀπειλῇ, οὐ κακίαν τὴν ἐναντιουμένην τῇ ἀρετῇ, ἀλλ̣α`̣ τὴν κα κοῦσαν τοὺς σφαλλομένους, περὶ ἧς καὶ ἐν Ἀμὼς τῷ προφητῇ γ̣ε´̣γραπται· "εἰ ἔστιν κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν;" οὐκ ἔστιν κακωτικὴ κατά στασις ε᾿̣ν πόλει γινομένη ἄνευ τοῦ θεοῦ. καρδία σοφῶν ἐν οἴκῳ πένθους καὶ καρδία ἀφρόνων ἐν οἴ κῳ εὐφροσύνης. 201 ἰδοὺ ἔδειξεν, πῶς τὸ πρόσωπον τοῦ "θυμοῦ" αἱρετώτερόν ἐστιν τοῦ τοῦ "γέλωτος" ἐκ τῶν αἱρουμένων· ἡ γοῦν τω῀̣ν σοφῶν καρδία μᾶλλον εἰς οἶκον πένθους ὁρμᾷ ἢ εἰς οἰ῀̣κον πότου καὶ γέλωτος. ἡ ἀναγωγὴ ἡ συνκρινομένη ὥστε τὰ μὲν αὐτῶν αἱρεῖσθαι, τὰ δε`̣ φυγεῖν κατὰ πλείονας τρόπους γίνεται, ὧν εἷς ἐστιν ὁ ἐκ τ̣ῶν αἱρουμε´̣νω̣ν̣. αἱ ρεῖται ὁ σοφὸς ἀρετήν, εὐσέβειαν, "θεῷ ἀρέσκειν", σπουδάζειν ὑπὲρ εὐ σέβειας, κ̣ἀ`̣ν δέοι ἀποθανεῖν. ὁ δὲ πολὺς ἄνθρωπος ὁ ἄφρων οὐκ αἱρεῖται ταῦτα. ἐκ τῶν αἱρουμένων δὲ προκρίνεται ἡ ἀρετή, ὅτι σοφοὶ αὐτὴν αἱ ροῦνται, οὐ χ̣υδαῖος, οὐκ ἔκλυτος, οὐκ ἄφρων. καὶ ἐκ τῶν πραγμάτων δὲ πάλιν ἡ σ̣ύνκρισις λαμβάνεται, ἡ λεχθεῖσα θε ωρία ἐκ τῶν κρινόντων καὶ συνκ̣ρινόντων. τὸ δέον δὲ λαμβάνεται, ὅταν λέγωμεν ὅτι αἱρ̣ε̣τ̣ώτερά ἐστιν ἡ ψυχὴ τοῦ σώματος καὶ μᾶλλον αὐτῆς ἐπιμελε̣ῖσθαι̣ πρέπει̣ ἢ τοῦ σώματος. ἐκ τοῦ πράγματος, προ`̣ς̣ ὃ η῾̣ αἵρεσις καὶ ἡ σύνκρισις γίνεται, τὸ τίμιον λαμβάνο μεν, ἐπεὶ τιμιωτέρα ἐστὶν ἡ ψυχή. ὁ φειδόμενος καὶ ἐπιμελούμενος αὐτῆς τοῦ τιμίου καὶ κρείττονος κατὰ ἀλήθειαν ἐπιμέλεται. ἔσ̣τι̣ν δὲ ὅτε καὶ ἐκ τ̣ῶν παρεπομένων ἡ πρόκρισις γίνεται. οὕτως οὐ δεῖ τὸ ζῆν ἁπαξαπλῶς προτιμᾶν τοῦ τεθνάναι. κἂν γάρ τ̣ις̣ τὸ ζῆν προτιμᾷ τοῦ τεθνάναι μέλλοντος θρύλου ἢ δικα στοῦ ἢ ἄλλου τινὸς διώκοντος τὸν χριστιανι̣σμὸν καὶ τὴν ἀλήθειαν, πρὸς ὀλίγο̣ν ἐστίν. κἂν γὰρ μὴ ἀποθανῇ ὑπὸ τοῦ φονεύοντος, ἐνίοτε νόσος κα ταλαβου῀̣σα μεθίςτησιν τοῦ βίου· χρόνῳ μόνῳ τὴν διαφορὰν ἔχει, ὅτι ὁ π̣άραυτα ὀργῇ δικαςτοῦ ὑποκείμενος ἀποθανεῖται, τὸ δὲ νόσῳ διαφθεῖραι τὸ ζῆν ἄδηλον, πότε· πλὴν οὐκ ἐπ' ἄπειρον τοῦτο, ἀλλ' ἐν πλείονι χρόνῳ δύνατ̣αι παραμένειν. κα̣ι`̣ ὧδε ἡ κρίσις γίνεται ἐκ τῆς τοῦ πράγματος μονι μότη̣τος ἢ ταχυτῆτος. 202 ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούον τα ᾆσμα ἀφρόνων. δοκεῖ τοῖς πολλοῖς ἡ παρὰ τοῦ σοφοῦ ἐπιτίμησις̣ παραιτητέα εἶναι, μά λιστα ὅτε φιλαμαρτήμονές εἰσιν. ὁ γὰρ πόθον ἔχων τοῦ ἥδεσθαι καὶ ἁ μαρτάνειν παραιτεῖται τὸν κωλύοντα ταῦτα. ὁ οὐδὲν ἔχων γνώμης χαίρει τοῖς κόλαξιν· θέλει μᾶλλον ἀκούειν κολακείας ᾄσματα ἠ`̣ λ̣όγους ἐλεγκτι κούς. σοφοῦ γάρ ἐστιν ἀγαπᾶν τὸν ἐλέγχοντα. τὸ γὰρ εἴρ̣η̣τ̣α̣ι ἐν παροι μίαις· ὁ δὲ ἀσεβὴς καὶ ὁ κακὸς μισεῖ τὸν ἐλέγχοντ̣α. λέγ̣ει γοῦν ὅτι· "ἐλέγχων τὸν ἀσεβῆ μωμήσεται καὶ ἑαυτόν". ἑαυτὸν γὰρ μω̣μεῖται ὁ τὸν "ἀσεβῆ ἐλέγχων". ἀποδοκιμαστέος γάρ ἐστιν καὶ ἀπαγορευτέος ὁ ἀσεβής. καὶ ὥσπερ ἰατρὸς τὸν μὴ δυνάμενον θηραπευθῆναι ἐκ τομῆς ἢ καύσεως τούτοις ὑποβάλλων μᾶλλον οὐκ ἰατρός ἐστιν, οὐκ ἐπιστήμων ἰατρός, οὕ τως ὁ ὑποβάλλων τοὺς ἀδιορθώτους ἐλέγχῳ ἑαυτὸν μᾶλλον ψέγει. ἐρεθίζει γὰρ κἀκείνους κατ' αὐτοῦ λέγειν. καὶ τοῦτον δ̣ε`̣ μῶμον ἔχοντα δείκνυσιν ὡς οὐκ εἰδότα, τίνα ἐλέγξει καὶ τίνα οὔκ̣. οὕτω δὲ ἔστιν ἡ ἐπιτίμησις τοῦ σοφοῦ ὑπὲρ τὸ ᾆσμα τῶν ἀφρόνων. οἱ κόλακες τρόπον τινὰ ᾄδουσιν. κἂν λόγους λέγωσιν ἠθικούς, τέρψαι μᾶλλον ἢ ὠφελῆσαι τ̣οὺς ἀκούοντας βούλονται. ἔστιν δὲ τὸ ᾆσμα λόγος τέρψιν ἐγεί ρων, ἡ δὲ ἐπιτίμησις διορθουμένη καὶ πείθουσα ἀποπαύσασθαι τῶν προτέ ρων ἔργων, παραδείξασα αὐτά, δηλονότι ἃ