1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

31

ἐπιστάνῃ, αὐτός ἐστιν καὶ τὸ νοοῦν καὶ τὸ νοούμενον. ὁ γὰρ κατ' ἐνέργειαν νοῦς ἀεὶ τὸ νοεῖν ἔχει, καὶ οὐκ ἔστιν ὅτε χεῖται ἐπὶ τὰ ἔξω. ἐπερ· τὸ "ἐγὼ καὶ ἡ καρδία μου"; τὰ ἐκ πολλῶν συνκείμενα ἢ ἐπινοούμενα ἕκαστον τοῦ ὅλου λέγεται. ὁ ἄνθρωπος συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος καὶ πνεύματος, ὡς ἐὰν λέγῃ "ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα", μὴ πάντα ἄλλα λέγει τοῦ ἀνθρώπου. ἕκαστον δὲ ἕτερον αὐτοῦ ἐστιν, πάντα δὲ ἅμα ὁ ἄνθρωπός ἐστιν. τοῦτο καὶ ἐπὶ τοῦ σώματος πεποίηκεν ὁ ἀπόστολος, εἰ καὶ παρέμειξεν αὐτῷ τι νοητόν· "εἰ ὅλον", φησίν, "ὀφθαλμός ἐστιν καὶ 226 εἰ ὅλον ἀκοή, π̣ο̣ῦ τὸ σῶμα;" καὶ λέγει, ὅτι ἕκαστον μέλος καθ' αὑτό ἐστιν, ἅμα δὲ πάντα τὸ σῶμα. καὶ ἐπιπολαίως τὸ αὐτὸ ἔστιν ἰδεῖν. τὸ ὄνομα τῆς ψήφου ἐνταῦθα τὸν ἀριθμὸν σημαίνει. πολλά ἐστιν τὰ νοήματα· τὰ πολλὰ ἀπαρτίζει θεωρίαν μεγίστην. καὶ ῥηθείη ἂν ψῆφος ὡσανεὶ ἀριθμός. εἰ δὲ θέλοι τις καὶ τὴν ψῆφον λαβεῖν ὡς τὸ λεχθέν· "ἀναιρουμένων δὲ αὐτῶν κατήνεγκεν ψῆφον", τὴν μαρτυρίαν, καὶ οὕτως ἠθέλησεν "γνῶναι σοφίαν καὶ ψῆφον." εἰ ἐπιστήμη ἐστὶν ἡ σοφία θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτιῶν, ἕκαστον ὀφείλει νοῆσαι, καὶ ὣς ἔχει συνεψηφισμένην ὅλην τὴν γνῶσιν. καὶ τοῦ γ̣ν̣ω῀̣ν̣αι̣ ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν. μέγα ἐστὶν γνω῀̣ν̣αι τὰ χείρονα, μὴ μὴν πρᾶξαι αὐτά. ἀδύνατόν ἐστιν κακίας ἀποστῆναι μὴ νοήσαντα αὐτήν. ἑτέρως δὲ λέγομεν μὴ γιγνώσκεσθαι ἁμαρτίαν τῷ μὴ ἁμαρτάνοντι ἀντὶ τοῦ· "οὐκ ἔχει πεῖραν ἁμαρτίας." οὕτως οὖν Ἰησοῦς οὐκ "ἔγνω α῾̣μαρτίαν", τουτέστιν οὐκ ἐπειράθη. ὁ δὲ βουλό μενος τῷ ὄντι ἀποσχέσθαι τῆς κακίας γνώσεται αὐτήν, ὅτι φαύλη ἐστὶν καὶ ὅτι κακίαν προξενεῖ τῷ ἐνεργοῦντι καὶ ὅτι "εἰς θάνατον καταβιβάζει" καὶ ὅτι προαιρετική ἐστιν καὶ δύναται ὑφ' ἡμῶν λυθῆναι. οὐκ ἔστιν κατ' οὐσίαν ὑπάρχουσα, οὐκ ἔστιν ὑπὸ κίνησιν ἄστρων ἐνεργουμένη. ἐὰν οὖν γνῶ ταύτην τὴν τοῦ ἄφρονος ἀφροσύνην, ἀφίσταμαι ἀπ' αὐτῆς, ἀποβάλ λω αὐτήν. καὶ τοῦ γνῶναι δι' ἀσεβοῦς εὐφροσύνην. τοῦτο λέγει· ἐὰν γνῶ, τίς ἐστιν ὁ ἀσεβής, καὶ ἀπόσχωμαι αὐτοῦ τού του̣, γιγνώσκω τὴν εὐφροσύνην. τὸ γὰρ "διά τινος" οὕτως ἀκούειν δεῖ· "διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας." ὁ εἰδὼς τὸν νόμον δι' αὐτοῦ εἴσε ται τὴν ἁμαρτίαν, δηλονότι καὶ τὴν ἀρετήν· ἀλλὰ τὴν μέν, ἵνα ποιῇ τὴν δέ, ἵνα φύγῃ. καὶ ὀχληρίαν καὶ περιφοράν. ἡ ἀφροσύνη καὶ ἀσέβεια καὶ ὀχληρία εἰσίν. ἀμέλει γοῦν καὶ ὁ ἔξω φι λόσοφος τὰς σοφιστικὰς ἐνοχλήσεις εἴρηκεν. καὶ περιφορὰν δεῖ εἰδέναι, ὅτι δε̣ι῀̣ ταῦτα περιφέρειν, μὴ ἔχειν μόνιμα. κἄν ποτε συνστῶσιν ἐν τῇ ψυχῇ, οὐ δεῖ αὐτὰ ἔχειν, ἀλλὰ περιφέρειν καὶ ἀποστρέφεσθαι αὐτά.

227 καὶ εὑρίσκω ἐγὼ αὐτὴν πικρότερον ὑπὲρ θάνατον σὺν τὴν γυναῖκα, ἥτ̣ι̣ς ἐστὶν θηρεύματα. εὑρίσκω ἐγὼ αὐτήν, τὴν ὄχλησιν τὴν περίφορο̣ν, "ὑπὲρ θάνατον" ἀντὶ τοῦ· ὅτε πεῖραν αὐτῆς λαμβάνω, ἀποθνῄσκω· ὑπὲρ θάνατον αὐτὴν ἡγοῦμαι. εἰ δὲ ἡγεῖταί τις αὐτὴν θάνατον καὶ ἀπώλειαν ψυχῆς, παραι τήσεται αὐτήν, πεπαύσεται ἀπ' αὐτῆς. σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θ̣η̣ρ̣εύματα. δύναται καὶ αὐτὴν ταύτην τὴν γνώμην τὴν χειρίστην, ἣν ἀποβάλλει, ἣν εἶδεν μηδὲν ἕτερον ἢ θάνατον προξενοῦσαν, γυναῖκα εἰρηκέναι. πο̣λ λαχοῦ γὰρ τῶν θείων παιδευμάτων αἱ γνῶμαι καὶ ἡ ἕξις γυναῖκες λέγον ται̣ τῶν ἐχόντων ἐπὶ ἐπαινετῶν καὶ ψεκτῶν, ὡς ἐὰν λέγῃ· "η῾̣ Σοφι´̣α̣ τίκ τει ἀνδρὶ φρόνησιν" καὶ "ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα, οἱ υἱοί σου ὡς νε̣ο´̣φυτα ἐλαιῶν." ἐκ ταύτης τῆς γυναικὸς γεννήματα γίνεται ἀρρενικά, θ̣ρ̣ε̣π̣τ̣ι̣κὰ πυρὸς καὶ φωτός. τὸ γὰρ εὐλόγημα τούτων τῶν φυ τῶν τρέφει τὸ πῦρ καὶ τὸ φῶς. ψεκτῶς δὲ πάλιν λέγεται· "μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι", φησίν, "α᾿̣ποστάζει τῶν χειλέων γυναικὸς πόρνης, ἣ πρὸς ὀλίγον γλυκαίνει σ̣ο`̣ν φάρυγγα. ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις." εἶτα μεθ' ὁλίγα ἐπιφέρε̣ι̣· "τῆς δὲ ἀφροσύνης οἱ πόδες"· τὴν γυναῖκα ἀφροσύνην εἶπεν. διὸ καὶ π̣ρ̣ο`̣ς̣ σοφίαν αὐτὴν διέστειλεν. λέγει, ὅτι ἡ γυνὴ αὕτη, ἣν εἶπεν περιφοράν, ἣν εἶχεν ὀχληρίαν, θή ρευμά ἐστιν, οὐ θηρευόμενον. δυνατὸν δε`̣ καὶ τοῦτο εἰπεῖν, ὅτι μετέρ χεταί τις τὴν κακίαν,