1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

33

πολλάκις ἑρμήνευται· μετὰ τὸ πολλά κις κωλῦσαι, ὅτε οὐκέτι κωλύει ἐνμένοντος ἐκείνου τοῦ κακοῦ, παράδοσις αὐτῷ γίνεται. καὶ ἁμαρτάνων συνλημφθήσεται ἐν αὐτῇ. οὐδεὶς ἀναμάρτητος συνλαμβάνεται ἀπ' αὐτῆς. ἡ ἀρχὴ τοῦ συνλημφθῆναι τὸ ἁμαρτῆσαί ἐστιν. ἐνγίζει γοῦν καὶ τοῖς ἁγίοις· ἀλλ' ἐπεὶ οὐχ ἁμαρ τάνουσιν, οὐ συνλαμβάνονται ὑπ' αὐτῆς, ἀλλ' ἔξω αὐτῆς εἰσιν, πατοῦσιν αὐτήν. ἐπερ· τὴν ἀναγωγήν· ἐκύκλωσα ἐγὼ τοῦ γνῶναι; ὅλη ἀναγωγή ἐστιν· ἐλέγομεν τοῦτο. οὐκ ἔστιν μακρὰν τοῦ λεχθέν τος, ὅτι, ἐπεὶ "ἐκ μεγέθους καλλονῆς καὶ κτισμάτων ὁ γενεσιουργὸς αὐ τῶν θεωρεῖται", ὁ κυκλεύων τὸν σύνπαντα κόσμον καὶ ὁρατῶν πάντα, ἃ ἐποίησεν ὁ θεός, ὁρᾷ αὐτὰ ὅτι "καλὰ λίαν ἐστίν". ἐὰν δὲ μὴ κυκλεύ σῃ, ἀλλὰ ἓν καθ' ἓν λάβῃ, οὐχ ὁρᾷ τὸ κάλλος τοῦ πεποιηκότος. οὕτω οὖν, εἰ μὴ κυκλεύσῃ τις πάντα τὰ δόγματα καὶ πάσας τὰς ἀρετὰς καὶ 230 ἀντακολουθίαν αὐτῶν εὕρῃ καὶ πᾶσαν τὴν κτίσιν καὶ δι' ἐκείνου του῀̣ κτίσματος εἰδείη τὸν δημιουργὸν, οἵας δυνάμεώς ἐστιν. ὁτὲ καὶ ἀναλ̣ό γως πάντα ἅμα λαβὼν ἐν τῇ διανοίᾳ καὶ ὥσπερ κυκλεύσας τὴν τὴν σοφί αν εὑρίσκει τὴν ἀληθῆ. ἰδέ, τοῦτο εὗρον, εἶπ̣εν ὁ ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν, ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον. ὁ ἐκκλησιαστὴς ὁ διδάσκαλός ἐστιν τῆς πανδήμου συνόδου. "τοῦτο εὗρεν ὁ ἐκκλησιαστής"· τὸ "εὑρεῖν" ὧδε τὸ "καταλαβεῖν" ἐστιν. ἐπερ· τὸ ποῖον; τοῦτο αὐτό, ὅτι ἡ γυνὴ ἡ οὖσα θήρευμα σαγήνας ἔχει ε ἐν καρδίᾳ ἑαυ τῆς καὶ δεσμὸν ἔχει ἐν τῇ χειρὶ ἑαυτῆς. ἐκκλησιαστοῦ ἐστιν τ̣ο̣ῦτο γνῶναι.

τοῦτο γὰρ συντελέσει τοῖς ἀκροωμένοις τοῦ ἐκκλησιαστοῦ. "μία τῇ μιᾷ", ἐπεὶ πληθυντικῶς ὧδε λέγει· οὐδὲ γὰρ περὶ μιᾶς μόνης λέγεται, ὅτι "μία τῇ μιᾷ". λέγομεν ἤτοι περὶ τῶν σαγηνῶν αὐτῆς· λέγει ὅτι αἱ πάγαι αὐτῆς αὗ ται καὶ αἱ σαγῆναι τὸν φαῦλον λογισμὸν εὑρίσκουσιν καὶ διδόασιν. ἀμέλει γοῦν καὶ αἱ γυναῖκες αὗται μαστροπεύουσιν ἀλλήλας καὶ προάγου σιν οὐ τοῦ εὑρεῖν λογισμὸν ἀγαθόν, ἀλλὰ πρὸς τὸ πανουργεύσασθαι. ἐπερ· οὐ μίαν εἶπεν ἄνω; οὐ μονογενές ἐστιν τὸ κακόν, ἀλλὰ καὶ πολύχουν γε καὶ πολυσχιδές. προσ υπακουστέον, ὅτι οὐ περί τινος ῥητῆς γυναικὸς ταῦτα λέγει, ἀλλὰ περὶ πάσης τοιαύτην σπουδὴν ἐχούσης "μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν." ἐὰν δὲ ἐπὶ τῶν σαγηνω῀̣ν λάβῃς, λέγεις, ὅτι δοκοῦσιν καὶ αἱ σαγῆναι συμ φωνίαν ἔχειν. πειρῶνται γοῦν καὶ οἱ ψευδοδοξοῦντες τὰς ψευδεῖς ἑαυτῶν δόξας λέγειν συμφωνεῖν. ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον. τὸν λογισμὸν αὐτῶν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον. δυσθήρατός ἐστιν. ὅμοιόν ἐστιν τοῖς εἰρημένοις· "οὐκ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν"; "εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;" ε᾿̣περ̣· ποῖον οὖν ἐστιν τὸ "εὗρον" ἐν τοῖς ἔμπροσθεν; ὧδε λοιπὸν λέγει· "μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν." τοῦτον τὸν λογισμὸν ἠθέλησα φωράσαι, ἵνα καὶ διαδιδράσκω αὐτάς. καὶ "οὐχ εὗρον" δύναται καὶ κατὰ τοιοῦτον λόγον λέγειν ὡς τὸ "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ." ἀπ' ἐμαυτοῦ οὐδὲν εὗρον. θεός μοι δὲ ἐφανέρωσεν, ἔδειξέν μοι τὸ πανοῦργον τοῦ λογιςμ̣οῦ τούτου. μὴ γὰρ λέγει ὅτι ὁ τρέχων καὶ ὁ θέλων οὐδὲν ἀνύει.231 καὶ ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον, καὶ γυναῖκα ἐν πᾶσιν τούτοις οὐχ εὗρον. πολλὰ ἀντίγραφα "ἄνδρα" ἔχει· "γυναῖκα δὲ ἐν πᾶσιν τούτοις οὐχ εὗρον." και`̣ ἐπὶ ῥητοῦ λαβεῖν αὐτὸ δύνῃ, ὅτι μόλις ἀνὴρ ἀπὸ χιλίων εὑρίσκε ται σπουδαι῀̣ος̣, γυναῖκα δὲ ἐν πάσαις ταύταις οὐκ ἔστιν εὑρεῖν σπουδαί αν. ἢ οὕτως· ἄνθρωπον εὗρον̣ ἕνα τῶν χιλίων, λογισμὸν ἕνα ἀνθρώπου ἀπὸ πολλῶν, γυναῖκα δὲ οὔ, διὰ τὸ δυσθήρατον αὐτῆς, διὰ τὸ δυςκατάλημπτον αὐτῆς- ἐπερ· τοῦτο λέγει εὑρηκέναι; ἐπεί ἐστιν θηρεύματα. ἄλλο ἐστὶν τὸ γνῶναί τινα σοφιστήν, καὶ ἄλλο τὸ καταλαβεῖν αὐτοῦ τὰ σοφίσματα. καὶ γὰρ ὁ τηρῶν ἑαυτόν, μὴ ὑποπέσῃ σο φισμοῖς, ἔγνω, ὅτι πρὸς σοφιστὴν ἔχει· οὐ πάντως δὲ καὶ λύειν αὐτοῦ τὰ σοφίσματα δύναται. τὸ δὲ εὑρεῖν ἀληθῶς τουτέστιν̣ τὸ φωράσαι αὐτοῦ τὴν τέχνην, τὸ τὴν ἀπάτην αὐτοῦ φανερῶσαι. πλὴν ἰδέ, τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄν θρωπον εὐθῆ, καὶ αὐτοὶ