1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

36

μὴ στῇς ἐν λόγῳ πονηρῷ. τοῦτο λέγει· κἄν ποτε συμβῇ κατὰ ἄγνοιαν πονηρόν τι εἰπεῖν οἷον ψεῦδος βλαπτικόν, μὴ στῇς ἐν αὐτῷ, μὴ ἔνμενε αὐτῷ. περὶ δὲ τῶν θείων ῥημάτων καὶ λόγων γράφει Παῦλος ὅτι· "ἐπίμενε αὐτοῖς". τοῖς τοῦ θεοῦ λόγοις, τοῖς ἀκαταγνώστοις, τοῖς ὑγιαίνουσιν ἔνμενε. ὅτι οὐκ, ὃ ἐὰν ἐθελήσῃ, ποιήσει; ὁ ἀναιδὴς τῷ προσώπῳ οὐκ, ὃ βούλεται, ποιήσει; διὸ φεῦγε ἀπὸ προσ ώπου αὐτοῦ. ἐὰν δὲ καὶ περὶ θεοῦ ᾖν ὡς̣ βασιλέως, ὃ βούλεται ποι ῆσαι, μὴ νόμιζε, ὅτι ἁμαρτήσων διαφεύξῃ αὐτόν, ἐφιο̣ρκῶν διαδιδράσκεις αὐτοῦ τὴν γνῶσιν. καθὼς βασιλεὺς ἐξουσιάζων. ὁ ἐξουσίαν ἔχων βασιλεὺς πρὸς οὐδενὸς κωλύεται, οὐδεὶς ἀντοφθαλ μεῖ αὐτῷ, ἀλλ' ὃ βούλεται, πᾶν ποιεῖ. κατ' ἀμφότερα οὖν λάβε αὐτά. ἤτοι περὶ τοῦ ἀληθινοῦ βασιλέως, τοῦ θεοῦ. ὃ βούλεται γάρ, ποιεῖ· οὐδεὶς ἀνθίσταται αὐτῷ. κἂν περὶ τοῦ ἀναι δοῦς λέγῃ, πάλιν φόβον ἐνποιεῖ ἡμῖν τοῦ φεύγειν αὐτόν. εἴρηκεν τοῦτο· ἀληθῶς δὲ βασιλεὺς ὁ σοφός ἐστιν. οἱ Στωϊκοὶ γοῦν λέγουσιν μόνον τὸν σοφὸν βασιλέα εἶναι, μο´̣ν̣ο̣ν̣ ἱερέα. εἰ γὰρ βασιλεύς ἐστιν ὁ νομίμως ἄρχων, μόνος δὲ ὁ σοφὸς τοῦτο ε᾿̣πίσταται, μόνος οὗτος βασιλεύς ἐστιν. αὐτίκα γοῦν πρὸς τὸν Ἀβραὰμ ἰδιώτην ὄντα τὴν τύχην εἴρηται πρὸς τῶν διορατικῶν "βασιλεὺς παρὰ θεοῦ σὺ εἶ ἐν ἡμῖν." εἰ καὶ παρὰ ἄλλων ἄλλοι, ἀλλὰ παρὰ θεοῦ σὺ εἶ. "βασιλεὺς γὰρ βασιλευόντων" ἐστὶν ὁ θεός. ἐὰν δὲ καὶ περὶ τοῦ ἀναιδοῦς προσώπου ᾖν ὁ λόγος, καὶ αὐτὸς ὥσπερ βασιλεὺς ἐξουσιάζει τω῀̣ν ὑποβαλλόντων ὑπὸ τὴν πρεσβείαν ἑαυτοῦ. "μὴ οὖν βασιλευέτω ὑμῶν ἡ ἁμαρ̣τ̣ία ἐν τῷ θνητῷ ὑμῶν σώματι." "ὁ βασιλεύσας θάνατος ἀπὸ Ἀδὰμ μεχρὶ Μωϋσέως" ἐξουσιάζει τῶν ὑπὸ τὴν ἐξουσίαν αὐ τοῦ καὶ τὴν ἀρχήν. καὶ τίς ἐρεῖ αὐτῷ· τί ποιήσεις; ὁ υφυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ περὶ θεοῦ ἀληθές ἐστιν εἰπεῖν, ὅτι οὐδεὶς αὐτῷ λέγει· "τί ποιή σεις;" καὶ περὶ τοῦ ἀναιδοῦς καὶ θρασέως βασιλέως. καὶ τάχα πρόσωπον δύναται οὗτος ὁ ἀναιδὴς φέρειν τοῦ Ἀντιχρίστου. καὶ γὰρ ἐκεῖ ἐν τῇ περὶ αὐτοῦ προφητείᾳ τοῦ Ἠλίου κόρη τις̣ ἀναστᾶσα οὕτως αὐτὸν ἤλεγξεν λέγουσα αὐτὸν ἀναιδῆ. 236 ὁ φυλάσσων ἐντολὴν οὐ γνώσετ̣αι ῥῆμα πονηρόν. ἰδέ· ὁ ἐπιστάμενος τὸ ἀγαθὸν εὐθέως οἶδεν καὶ τὸ κακόν. τὸ ἐπίστα σθαι δὲ ὧδε οὐ τὸ χρᾶσθαι σημαίνει, ἀλλὰ τὸ εἰδέναι μόνον. εἰ γὰρ ἐντολὴ δίδοται, ἵνα "ἐκκλίνωμεν ἀπὸ τοῦ κακοῦ καὶ ποιῶμεν τἀγαθόν," δεῖ καὶ τὸ κακὸν εἰδέναι, ἵν' ἐκκλίνωμεν ἀπ' αὐτοῦ καὶ αἱρησώμεθα τὸ ἀγαθόν. περὶ τῶν τοιούτων γράφει ὁ ἀπόστολος λέγων· "πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε." ὁρᾷς, ὡς ὁ πάντα δοκιμάζων οἶδεν τὸ καλόν, καὶ ὅτι αἱρετόν ἐστιν καὶ φυλακτέον, καὶ τὸ πονηρόν, ὅτι φευκτέον ἐστίν· τοῦ ἀλλοτριοῦσθαι προσήκει. εἰ οὖν ὁ εἰδὼς τὸ ἀγα θὸν οἶδεν καὶ τὸ κακὸν καὶ ἔνπαλιν, πῶς ἐνταῦθα λέγει τὸν φυλάττοντα ἐντολὴν μὴ γιγνώσκειν ῥῆμα πονηρόν; καίτοι ἡ ἐντο̣λὴ ἀγαθόν ἐστιν ῥῆμα. ὁ δὲ τὸ ἀγαθὸν ῥῆμα εἰδὼς οἶδεν καὶ τὸ πονηρὸν ῥῆμα· λέγει δὲ τὸν φυλάττοντα ἐντολὴν μὴ γιγνώσκειν ῥῆμα πονηρόν, τουτέστιν οὐ λέγειν οὐκ ἐπίστασθαι, ἀλλὰ μὴ χρᾶσθαι, μὴ οὕτω γιγνώσκειν αὐτό, ὡς· "οὐδὲ Ἰησοῦς ἔγνω τὴν ἁμαρτίαν." οὕτως ὁ τῆς ἐντολῆς φύλαξ οὐ γιγνώσκει πονηρὸν ῥῆμα. ἔστω δὲ τὸ μὴ γιγνώσκειν ῥῆμα ἢ παρακοὴ ἢ τὸ μ̣ὴ οὕτως ἀκοῦσαι τοῦ ῥήματος, ὡς δεῖ αὐτοῦ ἀκούειν. ὁ ὡς δεῖ ἀκούων ῥήματος ἔγνω αὐτό, ἔχει αὐτοῦ πεῖραν. ὁ δὲ τ̣ὴν ἐντολὴν φυλάττων, ἐπεὶ οὐκ ἔχει τῆς ἐναντι ότητος τῆς ἐντολῆς πεῖραν, οὐ γνώσεται τὸ ῥῆμα τὸ πον̣ηρόν. λέγεται δὲ πολλάκις τὸ ῥῆμα ἀντὶ αὐτοῦ τοῦ πράγματος. ἡ γοῦν Μαριὰμ ῥήμ̣ατ̣ος ἀκούσασα τοῦ ἀγγέλου λέγει· "ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου." οὕτω ὑπάρξεταί μοι, ὡς τὸ ῥῆμα τὸ σὸν διαγο ρεύει. καὶ οὐ παράδοξον ἐρῶ. καὶ γὰρ "ἐν τῇ ψυχῇ" ἔστιν ῥη῀̣μα· "τὸ ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι νόημα, ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη υ῾̣πάρχειν θάτε ρον," ἢ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι.

ἰδὲ νόημα ῥῆμα καλεῖται, ἐπεὶ ὑποπίπ τει τῷ ὁρισμῷ αὐτοῦ γνώσεως· "ῥῆμα γάρ ἐστιν τὸ προσσημαῖνον χρόνον", καὶ ῥῆμά ἐστιν, ἐν ᾧ ἔστιν ἀληθεῦσαι ἢ